Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1164
πέπληγμαι δ᾽ ὑπαὶ δάκει φοινίῳ
1165
δυσαλγεῖ τύχᾳ μινυρὰ [κακὰ ] θρεομένας,
1166
θραύματ᾽ ἐμοὶ κλύειν.
Κασάνδρα
1167
ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
1168
ἰὼ πρόπυργοι θυσίαι πατρὸς
1169
πολυκανεῖς βοτῶν ποιονόμων : ἄκος δ᾽
1170
οὐδὲν ἐπήρκεσαν
1171
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
1172
ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐν πέδῳ βαλῶ.
Χορός
1173
ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.
1174
καί τίς σε κακοφρονῶν τίθη-
1175
σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
1176
μελίζειν πάθη γοερὰ θανατοφόρα.
1177
τέρμα δ᾽ ἀμηχανῶ.
Κασάνδρα
1178
καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
1179
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην:
1180
λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
1181
πνέων ἐσᾴξειν , ὥστε κύματος δίκην
1182
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
1183
μεῖζον : φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
1184
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1185
ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
1186
τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς
1187
ξύμφθογγος οὐκ εὔφωνος : οὐ γὰρ εὖ λέγει.
1188
καὶ μὴν πεπωκώς γ᾽ , ὡς θρασύνεσθαι πλέον,
1189
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1190
δύσπεμπτος ἔξω , συγγόνων Ἐρινύων.
1191
ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
1192
πρώταρχον ἄτην : ἐν μέρει δ᾽ ἀπέπτυσαν
1193
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.