Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πολυεπεῖς τέχναι θεσπιῳδὸν
1135
φόβον φέρουσιν μαθεῖν.
Κασάνδρα
ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι:
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην . τί γάρ;
Χορός
1140
φρενομανής τις εἶ θεοφόρητος , ἀμ-
φὶ δ᾽ αὑτᾶς θροεῖς
νόμον ἄνομον , οἷά τις ξουθὰ
ἀκόρετος βοᾶς , φεῦ , ταλαίναις φρεσίν
Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς
1145
ἀηδὼν βίον.
Κασάνδρα
ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος:
περέβαλον γάρ οἱ πτεροφόρον δέμας
θεοὶ γλυκύν τ᾽ αἰῶνα κλαυμάτων ἄτερ:
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
Χορός
1150
πόθεν ἐπισσύτους θεοφόρους [τ᾽ ] ἔχεις
ματαίους δύας,
τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1155
κακορρήμονας;
Κασάνδρα
ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαιν᾽
ἠνυτόμαν τροφαῖς:
1160
νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
Χορός
τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεόγονος ἂν ἀΐων μάθοι.