Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἑκὰς ἀποστατεῖ.
Χορός
1105
τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ᾽ ἔγνων : πᾶσα γὰρ πόλις βοᾷ.
Κασάνδρα
ἰὼ τάλαινα , τόδε γὰρ τελεῖς,
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασαπῶς φράσω τέλος;
1110
τάχος γὰρ τόδ᾽ ἔσται : προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.
Χορός
οὔπω ξυνῆκα : νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κασάνδρα
, παπαῖ παπαῖ , τί τόδε φαίνεται;
1115
δίκτυόν τί γ᾽ Ἅιδου;
ἀλλ᾽ ἄρκυς ξύνευνος , ξυναιτία
φόνου . στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
Χορός
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120
ἐπορθιάζειν ; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών , ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς:
ταχεῖα δ᾽ ἄτα πέλει.
Κασάνδρα
1125
, ἰδοὺ ἰδού : ἄπεχε τῆς βοὸς
τὸν ταῦρον : ἐν πέπλοισι
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει : πίτνει δ᾽ <ἐν> ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορός
1130
οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι , κακῷ δέ τῳ προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται ; κακῶν γὰρ διαὶ