Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
1075
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Κασάνδρα
ὀτοτοτοῖ πόποι δᾶ.
Ὦπολλον Ὦπολλον.
Χορός
δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
Κασάνδρα
1080
Ἄπολλον Ἄπολλον
ἀγυιᾶτ᾽ , ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
Χορός
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Κασάνδρα
1085
Ἄπολλον Ἄπολλον
ἀγυιᾶτ᾽ , ἀπόλλων ἐμός.
ποῖ ποτ᾽ ἤγαγές με ; πρὸς ποίαν στέγην;
Χορός
πρὸς τὴν Ἀτρειδῶν : εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
ἐγὼ λέγω σοι : καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
Κασάνδρα
1090
μισόθεον μὲν οὖν , πολλὰ συνίστορα
αὐτόφονα κακὰ καρατόμα,
ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
Χορός
ἔοικεν εὔρις ξένη κυνὸς δίκην
εἶναι , ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
Κασάνδρα
1095
μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι:
κλαιόμενα τάδε βρέφη σφαγάς,
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χορός
τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦμεν : προφήτας δ᾽ οὔτινας ματεύομεν.
Κασάνδρα
1100
ἰὼ πόποι , τί ποτε μήδεται;
τί τόδε νέον ἄχος μέγα
μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
ἄφερτον φίλοισιν , δυσίατον ; ἀλκὰ δ᾽