Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1044
οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
1045
ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
1046
ἔχεις παρ᾽ ἡμῶν οἷά περ νομίζεται.
Χορός
1047
σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
1048
ἐντός δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτων
1049
πείθοι᾽ ἄν , εἰ πείθοι᾽ : ἀπειθοίης δ᾽ ἴσως.
Κλυταιμήστρα
1050
ἀλλ᾽ εἴπερ ἐστι μὴ χελιδόνος δίκην
1051
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
1052
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
Χορός
1053
ἕπου . τὰ λῷστα τῶν παρεστώτων λέγει.
1054
πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.
Κλυταιμήστρα
1055
οὔτοι θυραίᾳ τῇδ᾽ ἐμοὶ σχολὴ πάρα
1056
τρίβειν : τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
1057
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
1058
ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
1059
σὺ δ᾽ εἴ τι δράσεις τῶνδε , μὴ σχολὴν τίθει.
1060
εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
1061
σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
Χορός
1062
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
1063
δεῖσθαι : τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
Κλυταιμήστρα
1064
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1065
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
1066
ἥκει , χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
1067
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
1068
οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.
Χορός
1069
ἐγὼ δ᾽ , ἐποικτίρω γάρ , οὐ θυμώσομαι.
1070
ἴθ᾽ , ὦ τάλαινα , τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
1071
εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
Κασάνδρα
1072
ὀτοτοτοῖ πόποι δᾶ.
1073
Ὦπολλον Ὦπολλον.