Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐκ ἔδυ πρόπας δόμος
πημονᾶς γέμων ἄγαν,
οὐδ᾽ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
1015
φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
νῆστιν ὤλεσεν νόσον.
Χορός
τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
1020
πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
οὐδὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν
Ζεὺς ἀπέπαυσεν ἐπ᾽ εὐλαβείᾳ;
1025
εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
προφθάσασα καρδία
γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
1030
νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν-
α ποτὲ καίριον ἐκτολυπεύσειν
ζωπυρουμένας φρενός.
Κλυταιμήστρα
1035
εἴσω κομίζου καὶ σύ , Κασάνδραν λέγω,
ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων , πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:
ἔκβαιν᾽ ἀπήνης τῆσδε , μηδ᾽ ὑπερφρόνει.
1040
καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.