Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά,
980
οὐδ᾽ ἀποπτύσαι δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπειθὲς -
ζει φρενὸς φίλον θρόνον;
χρόνος δ᾽ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
985
ψαμμί᾽ ἀκτᾶς παρή-
μησεν , εὖθ᾽ ὑπ᾽ Ἴλιον
ὦρτο ναυβάτας στρατός.
Χορός
πεύθομαι δ᾽ ἀπ᾽ ὀμμάτων
νόστον , αὐτόμαρτυς ὤν:
990
τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμός , οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
995
σπλάγχνα δ᾽ οὔτοι ματᾴ-
ζει πρὸς ἐνδίκοις φρεσὶν
τελεσφόροις δίναις κυκώμενον κέαρ.
εὔχομαι δ᾽ ἐξ ἐμᾶς
ἐλπίδος ψύθη πεσεῖν
1000
ἐς τὸ μὴ τελεσφόρον.
Χορός
μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
ἀκόρεστον τέρμα : νόσος γάρ
γείτων ὁμότοιχος ἐρείδει.
1005
καὶ πότμος εὐθυπορῶν
...
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
καὶ πρὸ μέν τι χρημάτων
κτησίων ὄκνος βαλὼν
1010
σφενδόνας ἀπ᾽ εὐμέτρου,