Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
950
τούτων μὲν οὕτω : τὴν ξένην δὲ πρευμενῶς
τήνδ᾽ ἐσκόμιζε : τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
955
ἄνθος , στρατοῦ δώρημ᾽ , ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα
ἔστιν θάλασσα , τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
960
κηκῖδα παγκαίνιστον , εἱμάτων βαφάς.
οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
ἔχειν : πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
965
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν:
970
ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ὄμφακος πικρᾶς
οἶνον , τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,
ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
Ζεῦ , Ζεῦ τέλειε , τὰς ἐμὰς εὐχὰς τέλει:
μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.
Χορός
975
τίπτε μοι τόδ᾽ ἐμπέδως
δεῖμα προστατήριον
καρδίας τερασκόπου ποτᾶται,