Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
918
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
919
ἅβρυνε , μηδὲ βαρβάρου φωτὸς δίκην
920
χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
921
μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
922
τίθει : θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών:
923
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
924
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
925
λέγω κατ᾽ ἄνδρα , μὴ θεόν , σέβειν ἐμέ.
926
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
927
κληδὼν ἀυτεῖ : καὶ τὸ μὴ κακῶς φρονεῖν
928
θεοῦ μέγιστον δῶρον . ὀλβίσαι δὲ χρὴ
929
βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
930
εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν , εὐθαρσὴς ἐγώ.
Κλυταιμήστρα
931
καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
Ἀγαμέμνων
932
γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.
Κλυταιμήστρα
933
ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε.
Ἀγαμέμνων
934
εἴπερ τις , εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.
Κλυταιμήστρα
935
τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος , εἰ τάδ᾽ ἤνυσεν;
Ἀγαμέμνων
936
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλυταιμήστρα
937
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Ἀγαμέμνων
938
φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλυταιμήστρα
939
ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.
Ἀγαμέμνων
940
οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
Κλυταιμήστρα
941
τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Ἀγαμέμνων
942
ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμήστρα
943
πιθοῦ : κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.
Ἀγαμέμνων
944
ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽ , ὑπαί τις ἀρβύλας
945
λύοι τάχος , πρόδουλον ἔμβασιν ποδός.
946
καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
947
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.