Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
889
ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω
890
τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
891
ἀτημελήτους αἰέν . ἐν δ᾽ ὀνείρασιν
892
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
893
ῥιπαῖσι θωύσσοντος , ἀμφί σοι πάθη
894
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
895
νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ
896
λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
897
σωτῆρα ναὸς πρότονον , ὑψηλῆς στέγης
898
στῦλον ποδήρη , μονογενὲς τέκνον πατρί,
899
καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
900
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
901
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος:
902
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
903
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
904
φθόνος δ᾽ ἀπέστω : πολλὰ γὰρ τὰ πρὶν κακὰ
905
ἠνειχόμεσθα.
906
νῦν δέ μοι , φίλον κάρα,
907
ἔκβαιν᾽ ἀπήνης τῆσδε , μὴ χαμαὶ τιθεὶς
908
τὸν σὸν πόδ᾽ , ὦναξ , Ἰλίου πορθήτορα.
909
δμῳαί , τί μέλλεθ᾽ , αἷς ἐπέσταλται τέλος
910
πέδον κελεύθου στρωννύναι πετάσμασιν;
910a
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
911
ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
912
τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
913
θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
Ἀγαμέμνων
914
Λήδας γένεθλον , δωμάτων ἐμῶν φύλαξ,
915
ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:
916
μακρὰν γὰρ ἐξέτεινας : ἀλλ᾽ ἐναισίμως
917
αἰνεῖν , παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας: