Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
860
μαθοῦσ᾽ , ἐμαυτῆς δύσφορον λέξω βίον
τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ.
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
πολλὰς κλύουσαν κληδόνας παλιγκότους:
καὶ τὸν μὲν ἥκειν , τὸν δ᾽ ἐπεσφέρειν κακοῦ
865
κάκιον ἄλλο πῆμα , λάσκοντας δόμοις.
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
ἀνὴρ ὅδ᾽ , ὡς πρὸς οἶκον ὠχετεύετο
φάτις , τέτρηται δικτύου πλέον λέγειν.
εἰ δ᾽ ἦν τεθνηκώς , ὡς ἐπλήθυον λόγοι,
870
τρισώματός τἂν Γηρυὼν δεύτερος
[ πολλὴν ἄνωθεν , τὴν κάτω γὰρ οὐ λέγω, ]
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων
875
πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ,
ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
ὡς χρῆν , Ὀρέστης : μηδὲ θαυμάσῃς τόδε.
880
τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
Στρόφιος Φωκεύς , ἀμφίλεκτα πήματα
ἐμοὶ προφωνῶν , τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν
κίνδυνον , εἴ τε δημόθρους ἀναρχία
βουλὴν καταρρίψειεν , ὥστε σύγγονον
885
βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
πηγαὶ κατεσβήκασιν , οὐδ᾽ ἔνι σταγών.