Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις.
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
835
ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
εἰδὼς λέγοιμ᾽ ἄν , εὖ γὰρ ἐξεπίσταμαι
ὁμιλίας κάτοπτρον , εἴδωλον σκιᾶς
840
δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
μόνος δ᾽ Ὀδυσσεύς , ὅσπερ οὐχ ἑκὼν ἔπλει,
ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος:
εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
λέγω.
845
τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
βουλευσόμεσθα . καὶ τὸ μὲν καλῶς ἔχον
ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον:
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
ἤτοι κέαντες τεμόντες εὐφρόνως
850
πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.
νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽ , ἐμπέδως μένοι.
Κλυταιμήστρα
855
ἄνδρες πολῖται , πρέσβος Ἀργείων τόδε,
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
λέξαι πρὸς ὑμᾶς : ἐν χρόνῳ δ᾽ ἀποφθίνει
τὸ τάρβος ἀνθρώποισιν.
οὐκ ἄλλων πάρα