Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
1285
ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
τί δῆτ᾽ ἐγὼ κάτοικτος ὧδ᾽ ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν , οἳ δ᾽ εἷλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
1290
ἰοῦσα πράξω : τλήσομαι τὸ κατθανεῖν.
Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω:
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδαστος , αἱμάτων εὐθνησίμων
ἀπορρυέντων , ὄμμα συμβάλω τόδε.
Χορός
1295
πολλὰ μὲν τάλαινα , πολλὰ δ᾽ αὖ σοφὴ
γύναι , μακρὰν ἔτεινας . εἰ δ᾽ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα , πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κασάνδρα
οὐκ ἔστ᾽ ἄλυξις , οὔ , ξένοι , χρόνον πλέω.
Χορός
1300
δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,
Κασάνδρα
ἥκει τόδ᾽ ἦμαρ : σμικρὰ κερδανῶ φυγῇ.
Χορός
ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.
Κασάνδρα
οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
Χορός
ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κασάνδρα
1305
ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
Χορός
τί δ᾽ ἐστὶ χρῆμα ; τίς σ᾽ ἀποστρέφει φόβος;
Κασάνδρα
φεῦ φεῦ.
Χορός
τί τοῦτ᾽ ἔφευξας ; εἴ τι μὴ φρενῶν στύγος.
Κασάνδρα
φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,
Χορός
1310
καί πῶς ;τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.
Κασάνδρα
ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,
Χορός
οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.
Κασάνδρα
ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν