Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1314
Ἀγαμέμνονός τε μοῖραν . ἀρκείτω βίος.
1315
ἰὼ ξένοι,
1316
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
1317
ἄλλως : θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
1318
ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ,
1319
ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.
1320
ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.
Χορός
1321
ὦ τλῆμον , οἰκτίρω σε θεσφάτου μόρου.
Κασάνδρα
1322
ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
1323
ἐμὸν τὸν αὐτῆς . ἡλίῳ δ᾽ ἐπεύχομαι
1324
πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροις
1325
ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ ,†
1326
δούλης θανούσης , εὐμαροῦς χειρώματος.
1327
ἰὼ βρότεια πράγματ᾽ : εὐτυχοῦντα μὲν
1328
σκιά τις ἂν τρέψειεν : εἰ δὲ δυστυχῇ,
1329
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
1330
καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.
Χορός
1331
τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
1332
πᾶσι βροτοῖσιν : δακτυλοδείκτων δ᾽
1333
οὔτις ἀπειπὼν εἴργει μελάθρων,
1334
μηκέτ᾽ ἐσέλθῃς , τάδε φωνῶν.
1335
καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
1336
μάκαρες Πριάμου:
1337
θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει.
1338
νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτείσῃ
1339
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
1340
ποινὰς θανάτων ἐπικράνῃ,
1341
τίς ἂν <ἐξ>εύξαιτο βροτῶν ἀσινεῖ
1342
δαίμονι φῦναι τάδ᾽ ἀκούων;
Ἀγαμέμνων
1343
ὤμοι , πέπληγμαι καιρίαν πληγὴν ἔσω.