Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σῖγα : τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἀγαμέμνων
1345
ὤμοι μάλ᾽ αὖθις , δευτέραν πεπληγμένος.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
ἀλλὰ κοινωσώμεθ᾽ ἤν πως ἀσφαλῆ βουλεύματα.
—ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.—
1350
—ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
—κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν : τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—
—ὁρᾶν πάρεστι : φροιμιάζονται γὰρ ὡς
1355
τυραννίδος σημεῖα πράσσοντες πόλει.—
—χρονίζομεν γάρ . οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
—οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
1360
—κἀγὼ τοιοῦτός εἰμ᾽ , ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—
—ἦ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—
—ἀλλ᾽ οὐκ ἀνεκτόν ,ἀλλὰ κατθανεῖν κρατεῖ:
1365
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
—ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
—σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι:
τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.—
1370
—ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Κλυταιμήστρα
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.