Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων , φίλοις
1375
δοκοῦσιν εἶναι , πημονῆς ἀρκύστατ᾽ ἂν
φράξειεν , ὕψος κρεῖσσον ἐκπηδήματος;
ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι
νείκης παλαιᾶς ἦλθε , σὺν χρόνῳ γε μήν:
ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις.
1380
οὕτω δ᾽ ἔπραξα , καὶ τάδ᾽ οὐκ ἀρνήσομαι:
ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον,
ἄπειρον ἀμφίβληστρον , ὥσπερ ἰχθύων,
περιστιχίζω , πλοῦτον εἵματος κακόν.
παίω δέ νιν δίς : κἀν δυοῖν οἰμωγμάτοιν
1385
μεθῆκεν αὑτοῦ κῶλα : καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι , τοῦ κατὰ χθονὸς
Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών:
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
1390
βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἧσσον διοσδότῳ
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδ᾽ ἐχόντων , πρέσβος Ἀργείων τόδε,
χαίροιτ᾽ ἄν , εἰ χαίροιτ᾽ , ἐγὼ δ᾽ ἐπεύχομαι.
1395
εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ,
τῷδ᾽ ἂν δικαίως ἦν , ὑπερδίκως μὲν οὖν.
τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
θαυμάζομέν σου γλῶσσαν , ὡς θρασύστομος,
1400
ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Κλυταιμήστρα
πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος:
ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
λέγω : σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις