Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
430
πένθει᾽ ἀτλησικάρδιος
δόμων ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ:
οὓς μὲν γάρ <τισ> ἔπεμψεν
οἶδεν , ἀντὶ δὲ φωτῶν
435
τεύχη καὶ σποδὸς εἰς ἑκά-
στου δόμους ἀφικνεῖται.
Χορός
χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
440
πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βαρὺ
ψῆγμα δυσδάκρυτον ἀν-
τήνορος σποδοῦ γεμί-
ζων λέβητας εὐθέτους.
445
στένουσι δ᾽ εὖ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽
ἀλλοτρίας διαὶ γυναι-
κός : τάδε σῖγά τις βαΰ-
450
ζει , φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ-
πει προδίκοις Ἀτρείδαις.
οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς
εὔμορφοι κατέχουσιν : ἐχ-
455
θρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
Χορός
βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ:
δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος.
μένει δ᾽ ἀκοῦσαί τί μου
460
μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ