Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄσκοποι θεοί . κελαι-
ναὶ δ᾽ Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
465
παλιντυχεῖ τριβᾷ βίου
τιθεῖσ᾽ ἀμαυρόν , ἐν δ᾽ ἀί-
στοις τελέθοντος οὔτις ἀλ-
κά : τὸ δ᾽ ὑπερκόπως κλύειν
εὖ βαρύ : βάλλεται γὰρ ὄσ-
470
σοις Διόθεν κάρανα.
κρίνω δ᾽ ἄφθονον ὄλβον:
μήτ᾽ εἴην πτολιπόρθης
μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
λων βίον κατίδοιμι.
Χορός
475
πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου
πόλιν διήκει θοὰ
βάξις : εἰ δ᾽ ἐτήτυμος,
τίς οἶδεν , τι θεῖόν ἐστί πῃ ψύθος.—
τίς ὧδε παιδνὸς φρενῶν κεκομμένος,
480
φλογὸς παραγγέλμασιν
νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
ἀλλαγᾷ λόγου καμεῖν;—
[ἐν ] γυναικὸς αἰχμᾷ πρέπει
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—
485
πιθανὸς ἄγαν θῆλυς ὅρος ἐπινέμεται
ταχύπορος : ἀλλὰ ταχύμορον
γυναικογήρυτον ὄλλυται κλέος.—
Χορός
τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων
490
φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκην
τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.