Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον
κλάδοις ἐλαίας : μαρτυρεῖ δέ μοι κάσις
495
πηλοῦ ξύνουρος διψία κόνις τάδε,
ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα
ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
ἀλλ᾽ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων
τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον:
500
εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—
ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
Κῆρυξ
ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
δεκάτου σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,
505
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
νῦν χαῖρε μὲν χθών , χαῖρε δ᾽ ἡλίου φάος,
ὕπατός τε χώρας Ζεύς , Πύθιός τ᾽ ἄναξ,
510
τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη:
ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος:
νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ Ἄπολλον . τούς τ᾽ ἀγωνίους θεοὺς
πάντας προσαυδῶ , τόν τ᾽ ἐμὸν τιμάορον
515
Ἑρμῆν , φίλον κήρυκα , κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας , εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
ἰὼ μέλαθρα βασιλέων , φίλαι στέγαι,
σεμνοί τε θᾶκοι , δαίμονές τ᾽ ἀντήλιοι,
520
εἴ που πάλαι , φαιδροῖσι τοισίδ᾽ ὄμμασι
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων