Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
ἀλλ᾽ εὖ νιν ἀσπάσασθε , καὶ γὰρ οὖν πρέπει
525
Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ , τῇ κατείργασται πέδον.
βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα,
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
530
ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
ἥκει , τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν
τῶν νῦν : Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
535
τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
διπλᾶ δ᾽ ἔτεισαν Πριαμίδαι θἀμάρτια.
Χορός
κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κῆρυξ
χαίρω <γε> : τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.
Χορός
540
ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν;
Κῆρυξ
ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
Χορός
τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.
Κῆρυξ
πῶς δή ; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορός
τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
Κῆρυξ
545
ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;
Χορός
ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽ > ἀναστένειν
Κῆρυξ
πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν θυμῷ στύγος;
Χορός
πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ
καὶ πῶς ; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
550
ὡς νῦν , τὸ σὸν δή , καὶ θανεῖν πολλὴ χάρις.
Κῆρυξ
εὖ γὰρ πέπρακται . ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,