Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
553
τὰ δ᾽ αὖτε κἀπίμομφα . τίς δὲ πλὴν θεῶν
554
ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
555
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
556
σπαρνὰς παρήξεις καὶ κακοστρώτους , τί δ᾽ οὐ
557
στένοντες , †οὐ λαχόντεσ† ἤματος μέρος;
558
τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:
559
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν:
560
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
561
δρόσοι κατεψάκαζον , ἔμπεδον σίνος
562
ἐσθημάτων , τιθέντες ἔνθηρον τρίχα.
563
χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
564
οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
565
ἢ θάλπος , εὖτε πόντος ἐν μεσημβριναῖς
566
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
567
τί ταῦτα πενθεῖν δεῖ ; παροίχεται πόνος:
568
παροίχεται δέ , τοῖσι μὲν τεθνηκόσιν
569
τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
570
τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
571
τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
572
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
573
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
574
νικᾷ τὸ κέρδος , πῆμα δ᾽ οὐκ ἀντιρρέπει:
575
ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
576
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις:
577
“Τροίαν
ἑλόντες
δή
ποτ᾽
Ἀργείων
στόλος
578
θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
579
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.”
580
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
581
καὶ τοὺς στρατηγούς : καὶ χάρις τιμήσεται
582
Διὸς τόδ᾽ ἐκπράξασα .πάντ᾽ ἔχεις λόγον.