Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
583
νικώμενος λόγοισιν οὐκ ἀναίνομαι:
584
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
585
δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
586
εἰκὸς μάλιστα , σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμήστρα
587
ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
588
ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
589
φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
590
καί τίς μ᾽ ἐνίπτων εἶπε , “φρυκτωρῶν
δία
591
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
592
ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.”
593
λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.
594
ὅμως δ᾽ ἔθυον , καὶ γυναικείῳ νόμῳ
595
ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
596
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
597
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
598
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
599
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
600
ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
601
σπεύσω πάλιν μολόντα δέξασθαι :—τί
γὰρ
602
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
603
ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
604
πύλας ἀνοῖξαι ;—ταῦτ᾽
ἀπάγγειλον
πόσει:
605
ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει:
606
γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν
607
οἵαν περ οὖν ἔλειπε , δωμάτων κύνα
608
ἐσθλὴν ἐκείνῳ , πολεμίαν τοῖς δύσφροσιν,
609
καὶ τἄλλ᾽ ὁμοίαν πάντα , σημαντήριον
610
οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
611
οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν
612
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.