Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
613
τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων
614
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
Χορός
615
αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
616
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
617
σὺ δ᾽ εἰπέ , κῆρυξ , Μενέλεων δὲ πεύθομαι.
618
εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
619
ἥκει σὺν ὑμῖν , τῆσδε γῆς φίλον κράτος.
Κῆρυξ
620
οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
621
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
Χορός
622
πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
623
σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.
Κῆρυξ
624
ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
625
αὐτός τε καὶ τὸ πλοῖον . οὐ ψευδῆ λέγω.
Χορός
626
πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
627
ἢ χεῖμα , κοινὸν ἄχθος , ἥρπασε στρατοῦ;
Κῆρυξ
628
ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ:
629
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
Χορός
630
πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
631
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
Κῆρυξ
632
οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς,
633
πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
Χορός
634
πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
635
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
Κῆρυξ
636
εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
637
γλώσσῃ μιαίνειν : χωρὶς ἡ τιμὴ θεῶν.
638
ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει
639
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
640
πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
641
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
642
ἄνδρας διπλῇ μάστιγι , τὴν Ἄρης φιλεῖ,