Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ἔχειν δοξάζομεν.
γένοιτο δ᾽ ὡς ἄριστα . Μενέλεων γὰρ οὖν
675
πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
καὶ ζῶντα καὶ βλέποντα , μηχαναῖς Διός,
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
680
τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
Χορός
τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽
ἐς τὸ πᾶν ἐτητύμωσ
μή τις ὅντιν᾽ οὐχ ὁρῶμεν προνοί-
αισι τοῦ πεπρωμένου
685
γλῶσσαν ἐν τύχᾳ νέμων;—
τὰν δορίγαμβρον ἀμφινει-
κῆ θ᾽ Ἑλέναν ; ἐπεὶ πρεπόντως
ἑλένας , ἕλανδρος , ἑλέ-
690
πτολις , ἐκ τῶν ἁβροτίμων
προκαλυμμάτων ἔπλευσε
ζεφύρου γίγαντος αὔρᾳ,
πολύανδροί τε φεράσπιδες κυναγοὶ
695
κατ᾽ ἴχνος πλατᾶν ἄφαντον
κελσάντων Σιμόεντος -
κτὰς ἐπ᾽ ἀεξιφύλλους
δι᾽ ἔριν αἱματόεσσαν.
Χορός
Ἰλίῳ δὲ κῆδος ὀρθ-
700
ώνυμον τελεσσίφρων
μῆνις ἤλασεν , τραπέζας ἀτί-
μωσιν ὑστέρῳ χρόνῳ
καὶ ξυνεστίου Διὸς
πρασσομένα τὸ νυμφότι-