Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μον μέλος ἐκφάτως τίοντας,
ὑμέναιον , ὃς τότ᾽ ἐπέρ-
ρεπεν γαμβροῖσιν ἀείδειν:
μεταμανθάνουσα δ᾽ ὕμνον
710
Πριάμου πόλις γεραιὰ
πολύθρηνον μέγα που στένει κικλήσκου-
σα Πάριν τὸν αἰνόλεκτρον,
παμπορθῆ πολύθρηνον
αἰῶνα διαὶ πολιτᾶν
715
μέλεον αἷμ᾽ ἀνατλᾶσα.
Χορός
ἔθρεψεν δὲ λέοντος -
νιν δόμοις ἀγάλακτον οὕ-
τως ἀνὴρ φιλόμαστον,
720
ἐν βιότου προτελείοις
ἅμερον , εὐφιλόπαιδα
καὶ γεραροῖς ἐπίχαρτον.
πολέα δ᾽ ἔσχ᾽ ἐν ἀγκάλαις
νεοτρόφου τέκνου δίκαν,
725
φαιδρωπὸς ποτὶ χεῖρα σαί-
νων τε γαστρὸς ἀνάγκαις.
Χορός
χρονισθεὶς δ᾽ ἀπέδειξεν -
θος τὸ πρὸς τοκέων : χάριν
γὰρ τροφεῦσιν ἀμείβων
730
μηλοφόνοισιν <ἐν> ἄταις
δαῖτ᾽ ἀκέλευστος ἔτευξεν:
αἵματι δ᾽ οἶκος ἐφύρθη,
ἄμαχον ἄλγος οἰκέταις
μέγα σίνος πολυκτόνον.
735
ἐκ θεοῦ δ᾽ ἱερεύς τις -
τας δόμοις προσεθρέφθη.