Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἅπλῶς τι φράζουσ᾽ , ὅστις ἀνταποκτενεῖ.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἠλέκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἠλέκτρα
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
<ἄρηξον , > Ἑρμῆ χθόνιε , κηρύξας ἐμοὶ
125
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς , πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν , τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει:
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
130
λέγω καλοῦσα πατέρ᾽ , “ ἐποίκτιρόν τ᾽ ἐμὲ
φίλον τ᾽ Ὀρέστην : πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης , ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον , ὅσπερ σοῦ φόνου μεταίτιος.
135
κἀγὼ μὲν ἀντίδουλος : ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν , οἱ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι , καὶ σὺ κλῦθί μου , πάτερ:
140
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε , τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου , πάτερ , τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145
ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν:
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”
τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.