Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῶνδ᾽ οὐ πάρεστι θάρσος , οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
τοῦτο φάσκω τοὔπος , ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95
στέφη , δόσιν γε τῶν κακῶν ἐπαξίαν;
σῖγ᾽ ἀτίμως , ὥσπερ οὖν ἀπώλετο
πατήρ , τάδ᾽ ἐκχέασα , γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100
τῆσδ᾽ ἐστὲ βουλῆς , φίλαι , μεταίτιαι:
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105
λέγοις ἄν , εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον.
Χορός
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω , κελεύεις γάρ , τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα
λέγοις ἄν , ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
110
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
Χορός
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;
Χορός
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
Ἠλέκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός
115
μέμνησ᾽ Ὀρέστου , κεἰ θυραῖός ἐσθ᾽ ὅμως.
Ἠλέκτρα
εὖ τοῦτο , κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη
Ἠλέκτρα
τί φῶ ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
Χορός
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ βροτῶν τινα
Ἠλέκτρα
120
πότερα δικαστὴν δικηφόρον λέγεις;