Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
60
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
61
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
62
ταχεῖα τοὺς μὲν ἐν φάει,
63
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
64
μένει χρονίζοντας ἄχη [
βρύει],
65
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.
Χορός
66
δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
67
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
68
διαλγὴς <δ᾽ > ἄτα διαφέρει
70
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
Χορός
71
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
72
ἄκος ,
πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
73
<προ>βαίνοντες τὸν χερομυσῆ
74
φόνον καθαίροντες ἴθυσαν μάταν.
Χορός
75
ἐμοὶ δ᾽ —
ἀνάγκαν
γὰρ
ἀμφίπτολιν
76
θεοὶ προσήνεγκαν :
(ἐκ γὰρ οἴκων
77
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν)—
78
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
80
βίᾳ φρενῶν αἰνέσαι
81
πικρὸν στύγος κρατούσῃ.
82
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
83
ματαίοισι δεσποτᾶν
83a
τύχαις ,
κρυφαίοις πένθεσιν παχνουμένη.
Ἠλέκτρα
84
δμωαὶ γυναῖκες ,
δωμάτων εὐθήμονες,
85
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
86
πομποί ,
γένεσθε τῶνδε σύμβουλοι πέρι:
87
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
88
πῶς εὔφρον᾽ εἴπω ,
πῶς κατεύξομαι πατρί;
89
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90
γυναικὸς ἀνδρί ,
τῆς ἐμῆς μητρὸς πάρα;