Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
240
πατέρα τε , καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον : δὲ πανδίκως ἐχθαίρεται:
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου:
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽ , ἐμοὶ σέβας φέρων
μόνος : Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
245
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ὀρέστης
Ζεῦ Ζεῦ , θεωρὸς τῶνδε πραγμάτων γενοῦ:
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης . τοὺς δ᾽ ἀπωρφανισμένους
250
νῆστις πιέζει λιμός : οὐ γὰρ ἐντελεῖς
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ᾽ , Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι , πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
255
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας , πάλιν
πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς:
260
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζ᾽ , ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν
δόμον , δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
παῖδες , σωτῆρες ἑστίας πατρός,
265
σιγᾶθ᾽ , ὅπως μὴ πεύσεταί τις , τέκνα,
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας : οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ὀρέστης
οὔτοι προδώσει Λοξίου μεγασθενὴς