Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
270
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
275
ἀποχρημάτοισι ζημίαις ταυρούμενον:
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε , τὰς δ᾽ αἰνῶν νόσους,
280
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν:
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ:
ἄλλας τ᾽ ἐφώνει προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:
285
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
κινεῖ , ταράσσει , καὶ διώκεσθαι πόλεως
290
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν , οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν : δέχεσθαι <δ᾽> οὔτε συλλύειν τινά.
295
πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα , τοὔργον ἔστ᾽ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.