Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
635
τοῦ δέ τ᾽ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
ποινὴν δεξαμένῳ : σοὶ δ᾽ ἄληκτόν τε κακόν τε
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
οἴης : νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ᾽ ἀρίστας,
ἄλλά τε πόλλ᾽ ἐπὶ τῇσι : σὺ δ᾽ ἵλαον ἔνθεο θυμόν,
640
αἴδεσσαι δὲ μέλαθρον : ὑπωρόφιοι δέ τοί εἰμεν
πληθύος ἐκ Δαναῶν , μέμαμεν δέ τοι ἔξοχον ἄλλων
κήδιστοί τ᾽ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
645
πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι:
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
μνήσομαι ὥς μ᾽ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
Ἀτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην.
ἀλλ᾽ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε:
650
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
πρίν γ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
κτείνοντ᾽ Ἀργείους , κατά τε σμῦξαι πυρὶ νῆας.
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
655
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
ὣς ἔφαθ᾽ , οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
σπείσαντες παρὰ νῆας ἴσαν πάλιν : ἦρχε δ᾽ Ὀδυσσεύς.
Πάτροκλος δ᾽ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
660
αἳ δ᾽ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
ἔνθ᾽ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου:
τῷ δ᾽ ἄρα παρκατέλεκτο γυνή , τὴν Λεσβόθεν ἦγε,