Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καταμηνύσω,
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
ποινάς τε τίνειν
τῆσδ᾽ αἰκείας ἐθελήσῃ.
Χορός
180
σὺ μὲν θρασύς τε καὶ πικραῖς
δύαισιν οὐδὲν ἐπιχαλᾷς,
ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος:
δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,
185
πᾷ ποτε τῶνδε πόνων
χρή σε τέρμα κέλ-
σαντ᾽ ἐσιδεῖν : ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
ἀπαράμυθον ἔχει Κρόνου παῖς.
Προμηθεύς
οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
190
τὸ δίκαιον ἔχων Ζεύς . ἀλλ᾽ ἔμπας [ ὀίω]
μαλακογνώμων
ἔσται ποθ᾽ , ὅταν ταύτῃ ῥαισθῇ:
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
195
σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
Χορός
πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:
δίδαξον ἡμᾶς , εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
200
ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
ἄλγος δὲ σιγᾶν , πανταχῇ δὲ δύσποτμα.
ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
ὡς Ζεὺς ἀνάσσοι δῆθεν , οἱ δὲ τοὔμπαλιν