Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
205
σπεύδοντες , ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
Τιτᾶνας , Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
οὐκ ἠδυνήθην . αἱμύλας δὲ μηχανὰς
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210
ᾤοντ᾽ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν:
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
καὶ Γαῖα , πολλῶν ὀνομάτων μορφὴ μία,
τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
215
χρείη , δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
κράτιστα δή μοι τῶν παρεστώτων τότε
ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα
220
ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
αὐτοῖσι συμμάχοισι . τοιάδ᾽ ἐξ ἐμοῦ
τῶν θεῶν τύραννος ὠφελημένος
225
κακαῖσι ποιναῖς ταῖσδὲ μ᾽ ἐξημείψατο.
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
νόσημα , τοῖς φίλοισι μὴ πεποιθέναι.
δ᾽ οὖν ἐρωτᾶτ᾽ , αἰτίαν καθ᾽ ἥντινα
αἰκίζεταί με , τοῦτο δὴ σαφηνιῶ.
230
ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
καθέζετ᾽ , εὐθὺς δαίμοσιν νέμει γέρα
ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
ἀρχήν : βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
οὐκ ἔσχεν οὐδέν᾽ , ἀλλ᾽ ἀιστώσας γένος