Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
505
βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος . ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
510
λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται , μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
515
τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς
Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες
Χορός
τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς
520
τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός
πού τι σεμνόν ἐστιν ξυναμπέχεις.
Προμηθεύς
ἄλλου λόγου μέμνησθε , τόνδε δ᾽ οὐδαμῶς
καιρὸς γεγωνεῖν , ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα : τόνδε γὰρ σῴζων ἐγὼ
525
δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Χορός
μηδάμ᾽ πάντα νέμων
θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
530
μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα
βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
535
μηδ᾽ ἀλίτοιμι λόγοις:
ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη:
Χορός
ἁδύ τι θαρσαλέαις
τὸν μακρὸν τείνειν βίον ἐλπίσι , φαναῖς
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις . φρίσ-