Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
540
σω δέ σε δερκομένα
μυρίοις μόχθοις διακναιόμενον < >.
Ζῆνα γὰρ οὐ τρομέων
ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν , Προμηθεῦ.
Χορός
545
φέρ᾽ , ὅπως ἄχαρις χάρις , φίλος:
εἰπὲ ποῦ τίς ἀλκά;
τίς ἐφαμερίων ἄρηξις ; οὐδ᾽ ἐδέρχθης
ὀλιγοδρανίαν ἄκικυν,
ἰσόνειρον , τὸ φωτῶν
550
ἀλαὸν γένος ἐμπεποδισμένον ; οὔποτε < >
τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
Χορός
ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλο-
ὰς τύχας , Προμηθεῦ.
τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
555
τόδ᾽ ἐκεῖνό θ᾽ , τ᾽ ἀμφὶ λουτρὰ
καὶ λέχος σὸν ὑμεναίουν
ἰότατι γάμων , ὅτε τὰν ὁμοπάτριον ἕδνοις
560
ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
Ἰώ
τίς γῆ ; τί γένος ; τίνα φῶ λεύσσειν
τόνδε χαλινοῖς ἐν πετρίνοισιν
χειμαζόμενον;
τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
565
σήμηνον ὅποι γῆς μογερὰ πεπλάνημαι.
Ἰώ
, ,
χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,
εἴδωλον Ἄργου γηγενοῦς , ἄλευ᾽ δᾶ : φοβοῦμαι
τὸν μυριωπὸν εἰσορῶσα βούταν.
570
δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
ἀλλ᾽ , ἐμὲ τὰν τάλαιναν