Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐξ ἐνέρων περῶν κυναγετεῖ , πλανᾷ
τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
Ἰώ
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
575
ἀχέτας ὑπνοδόταν νόμον:
ἰὼ ἰὼ πόποι , ποῖ μ᾽ ἄγουσι τη-
λέπλαγκτοι πλάναι;
τί ποτέ μ᾽ , Κρόνιε παῖ , τί ποτε ταῖσδ᾽
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
580
πημοναῖσιν ; ,
οἰστρηλάτῳ δὲ δείματι
δειλαίαν παράκοπον ὧδε τείρεις;
πυρί <με > φλέξον , χθονὶ κάλυψον ,
ποντίοις δάκεσι δὸς βοράν,
585
μηδέ μοι φθονήσῃς
εὐγμάτων , ἄναξ.
ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν , οὐδ᾽ ἔχω μαθεῖν ὅπα
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
590
τῆς Ἰναχείας ; Διὸς θάλπει κέαρ
ἔρωτι , καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
595
τίς ἄρα μ᾽ , τάλας , τὰν τάλαιναν ὧδ᾽
ἔτυμα προσθροεῖς;
θεόσυτόν τε νόσον ὠνόμασας ,
μαραίνει με χρίουσα κέντροις , <ἰώ>,
φοιταλέοισιν :