Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς
630
ἐπεὶ προθυμῇ , χρὴ λέγειν . ἄκουε δή.
Χορός
μήπω γε : μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας:
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
635
σὸν ἔργον , Ἰοῖ , ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ᾽ , ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων , ἀξίαν τριβὴν ἔχει.
Ἰώ
640
οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
πεύσεσθε : καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
μορφῆς , ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645
αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
λείοισι μύθοις μέγ᾽ εὔδαιμον κόρη,
τί παρθενεύει δαρόν , ἐξόν σοι γάμου
τυχεῖν μεγίστου ; Ζεὺς γὰρ ἱμέρου βέλει
650
πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
θέλει : σὺ δ᾽ , παῖ , μὴ ᾽πολακτίσῃς λέχος
τὸ Ζηνός , ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
λειμῶνα , ποίμνας βουστάσεις τε πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
655
τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
συνειχόμην δύστηνος , ἔστε δὴ πατρὶ
ἔτλην γεγωνεῖν νυκτίφοιτ᾽ ὀνείρατα.
δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς