Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
690
οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοιστα
πήματα , λύματα , [ δείματα ] ἀμ-
φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
ἰὼ [ ἰὼ ] μοῖρα μοῖρα,
695
πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθεύς
πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ:
ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
λέγ᾽ , ἐκδίδασκε : τοῖς νοσοῦσί τοι γλυκὺ
τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθεύς
700
τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρα
κούφως : μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε
τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης:
τὰ λοιπὰ νῦν ἀκούσαθ᾽ , οἷα χρὴ πάθη
τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
705
σύ τ᾽ Ἰνάχειον σπέρμα , τοὺς ἐμοὺς λόγους
θυμῷ βάλ᾽ , ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ.
πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς
στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας:
Σκύθας δ᾽ ἀφίξῃ νομάδας , οἳ πλεκτὰς στέγας
710
πεδάρσιοι ναίουσ᾽ ἐπ᾽ εὐκύκλοις ὄχοις
ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι:
οἷς μὴ πελάζειν , ἀλλ᾽ ἁλιστόνοις πόδας
χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
715
οἰκοῦσι Χάλυβες , οὓς φυλάξασθαί σε χρή.
ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.
ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
ὃν μὴ περάσῃς , οὐ γὰρ εὔβατος περᾶν,
πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς , ὀρῶν