Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἅπερ τελεῖται , πρὸς δ᾽ βούλομαι λέγω.
Χορός
930
καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
καὶ τῶνδέ γ᾽ , ἕξει δυσλοφωτέρους πόνους.
Χορός
πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
Προμηθεύς
τί δ᾽ ἂν φοβοίμην θανεῖν οὐ μόρσιμον;
Χορός
ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.
Προμηθεύς
935
δ᾽ οὖν ποιείτω : πάντα προσδοκητά μοι.
Χορός
οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
σέβου , προσεύχου , θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς μηδὲν μέλει.
δράτω , κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
940
ὅπως θέλει : δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον:
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
σὲ τὸν σοφιστήν , τὸν πικρῶς ὑπέρπικρον,
945
τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις
πορόντα τιμάς , τὸν πυρὸς κλέπτην λέγω:
πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
αὐδᾶν , πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
950
ἀλλ᾽ αὔθ᾽ ἕκαστα φράζε : μηδέ μοι διπλᾶς
ὁδούς , Προμηθεῦ , προσβάλῃς : ὁρᾷς δ᾽ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
σεμνόστομός γε καὶ φρονήματος πλέως
μῦθός ἐστιν , ὡς θεῶν ὑπηρέτου.
955
νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ᾽ : οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι