Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἴσχιστα καὶ τάχιστα . μή τί σοι δοκῶ
960
ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω . σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν:
πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
965
ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
Προμηθεύς
τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
σαφῶς ἐπίστασ᾽ , οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
Ἑρμῆς
κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
Προμηθεύς
970
οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ἑρμῆς
χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
Προμηθεύς
χλιδῶ ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς ἴδοιμι : καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
Ἑρμῆς
κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθεύς
975
ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.
Ἑρμῆς
κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.
Προμηθεύς
νοσοῖμ᾽ ἄν , εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆς
εἴης φορητὸς οὐκ ἄν , εἰ πράσσοις καλῶς.
Προμηθεύς
980
<ὤμοι . >
Ἑρμῆς
ὤμοι ; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
Προμηθεύς
ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ γηράσκων χρόνος.
Ἑρμῆς
καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύς
σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
Ἑρμῆς
ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
Προμηθεύς
985
καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.
Ἑρμῆς
ἐκερτόμησας δῆθεν ὡς παῖδ᾽ ὄντα με.
Προμηθεύς
οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος