Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
“Αἰολίην
δ᾽
ἐς
νῆσον
ἀφικόμεθ᾽ : ἔνθα
δ᾽
ἔναιεν
2
Αἴολος Ἱπποτάδης , φίλος ἀθανάτοισι θεοῖσιν,
3
πλωτῇ ἐνὶ νήσῳ : πᾶσαν δέ τέ μιν πέρι τεῖχος
4
χάλκεον ἄρρηκτον , λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.
5
τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
6
ἓξ μὲν θυγατέρες , ἓξ δ᾽ υἱέες ἡβώοντες:
7
ἔνθ᾽ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
8
οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
9
δαίνυνται , παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
10
κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
11
ἤματα : νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίῃς ἀλόχοισιν
12
εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
13
καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
14
μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
15
Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν:
16
καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
17
ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ᾽ ἐκέλευον
18
πεμπέμεν , οὐδέ τι κεῖνος ἀνήνατο , τεῦχε δὲ πομπήν.
19
δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
20
ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα:
21
κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
22
ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν , ὅν κ᾽ ἐθέλῃσι.
23
νηὶ δ᾽ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
24
ἀργυρέῃ , ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ:
25
αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
26
ὄφρα φέροι νῆάς τε καὶ αὐτούς : οὐδ᾽ ἄρ᾽ ἔμελλεν
27
ἐκτελέειν : αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν.
28
“ἐννῆμαρ
μὲν
ὁμῶς
πλέομεν
νύκτας
τε
καὶ
ἦμαρ,
29
τῇ δεκάτῃ δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
30
καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες:
31
ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
32
αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων , οὐδέ τῳ ἄλλῳ
33
δῶχ᾽ ἑτάρων , ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν:
34
οἱ δ᾽ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
35
καί μ᾽ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ᾽ ἄγεσθαι
36
δῶρα παρ᾽ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
37
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
38
“‘ὦ
πόποι , ὡς
ὅδε
πᾶσι
φίλος
καὶ
τίμιός
ἐστιν
39
ἀνθρώποις , ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
40
πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
41
ληίδος , ἡμεῖς δ᾽ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
42
οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες:
43
καὶ νῦν οἱ τάδ᾽ ἔδωκε χαριζόμενος φιλότητι
44
Αἴολος . ἀλλ᾽ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ᾽ ἐστίν,
45
ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.’
46
“ὣς
ἔφασαν , βουλὴ
δὲ
κακὴ
νίκησεν
ἑταίρων:
47
ἀσκὸν μὲν λῦσαν , ἄνεμοι δ᾽ ἐκ πάντες ὄρουσαν.
48
τοὺς δ᾽ αἶψ᾽ ἁρπάξασα φέρεν πόντονδε θύελλα
49
κλαίοντας , γαίης ἄπο πατρίδος . αὐτὰρ ἐγώ γε
50
ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
51
ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
52
ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
53
ἀλλ᾽ ἔτλην καὶ ἔμεινα , καλυψάμενος δ᾽ ἐνὶ νηὶ
54
κείμην . αἱ δ᾽ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
55
αὖτις ἐπ᾽ Αἰολίην νῆσον , στενάχοντο δ᾽ ἑταῖροι.
56
“ἔνθα
δ᾽
ἐπ᾽
ἠπείρου
βῆμεν
καὶ
ἀφυσσάμεθ᾽
ὕδωρ,
57
αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
58
αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος,
59
δὴ τότ᾽ ἐγὼ κήρυκά τ᾽ ὀπασσάμενος καὶ ἑταῖρον
60
βῆν εἰς Αἰόλου κλυτὰ δώματα : τὸν δ᾽ ἐκίχανον
61
δαινύμενον παρὰ ᾗ τ᾽ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
62
ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ
63
ἑζόμεθ᾽ : οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο:
64
“‘πῶς
ἦλθες , Ὀδυσεῦ ; τίς
τοι
κακὸς
ἔχραε
δαίμων;
65
ἦ μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν , ὄφρ᾽ ἀφίκοιο
66
πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.’
67
“ὣς
φάσαν , αὐτὰρ
ἐγὼ
μετεφώνεον
ἀχνύμενος
κῆρ:
68
“ἄασάν
μ᾽
ἕταροί
τε
κακοὶ
πρὸς
τοῖσί
τε
ὕπνος
69
σχέτλιος . ἀλλ᾽ ἀκέσασθε , φίλοι : δύναμις γὰρ ἐν ὑμῖν.’
70
“ὣς
ἐφάμην
μαλακοῖσι
καθαπτόμενος
ἐπέεσσιν,
71
οἱ δ᾽ ἄνεῳ ἐγένοντο : πατὴρ δ᾽ ἠμείβετο μύθῳ:
72
“‘ἔρρ᾽
ἐκ
νήσου
θᾶσσον , ἐλέγχιστε
ζωόντων:
73
οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν
74
ἄνδρα τόν , ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν:
75
ἔρρε , ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.’
76
“ὣς
εἰπὼν
ἀπέπεμπε
δόμων
βαρέα
στενάχοντα.
77
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
78
τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς
79
ἡμετέρῃ ματίῃ , ἐπεὶ οὐκέτι φαίνετο πομπή.
80
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
81
ἑβδομάτῃ δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
82
Τηλέπυλον Λαιστρυγονίην , ὅθι ποιμένα ποιμὴν
83
ἠπύει εἰσελάων , ὁ δέ τ᾽ ἐξελάων ὑπακούει.
84
ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
85
τὸν μὲν βουκολέων , τὸν δ᾽ ἄργυφα μῆλα νομεύων:
86
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
87
ἔνθ᾽ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν , ὃν πέρι πέτρη
88
ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
89
ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
90
ἐν στόματι προύχουσιν , ἀραιὴ δ᾽ εἴσοδός ἐστιν,
91
ἔνθ᾽ οἵ γ᾽ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
92
αἱ μὲν ἄρ᾽ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
93
πλησίαι : οὐ μὲν γάρ ποτ᾽ ἀέξετο κῦμά γ᾽ ἐν αὐτῷ,
94
οὔτε μέγ᾽ οὔτ᾽ ὀλίγον , λευκὴ δ᾽ ἦν ἀμφὶ γαλήνη:
95
αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
96
αὐτοῦ ἐπ᾽ ἐσχατιῇ , πέτρης ἐκ πείσματα δήσας:
97
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
98
ἔνθα μὲν οὔτε βοῶν οὔτ᾽ ἀνδρῶν φαίνετο ἔργα,
99
καπνὸν δ᾽ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
100
δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
101
οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
102
ἄνδρε δύω κρίνας , τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας.
103
οἱ δ᾽ ἴσαν ἐκβάντες λείην ὁδόν , ᾗ περ ἄμαξαι
104
ἄστυδ᾽ ἀφ᾽ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
105
κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
106
θυγατέρ᾽ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
107
ἡ μὲν ἄρ᾽ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
108
Ἀρτακίην : ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον:
109
οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ᾽ ἐρέοντο
110
ὅς τις τῶνδ᾽ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι:
111
ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
112
οἱ δ᾽ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα , τὴν δὲ γυναῖκα
113
εὗρον , ὅσην τ᾽ ὄρεος κορυφήν , κατὰ δ᾽ ἔστυγον αὐτήν.
114
ἡ δ᾽ αἶψ᾽ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
115
ὃν πόσιν , ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
116
αὐτίχ᾽ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον:
117
τὼ δὲ δύ᾽ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
118
αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος : οἱ δ᾽ ἀίοντες
119
φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
120
μυρίοι , οὐκ ἄνδρεσσιν ἐοικότες , ἀλλὰ Γίγασιν.
121
οἵ ῥ᾽ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
122
βάλλον : ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
123
ἀνδρῶν τ᾽ ὀλλυμένων νηῶν θ᾽ ἅμα ἀγνυμενάων:
124
ἰχθῦς δ᾽ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
125
ὄφρ᾽ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
126
τόφρα δ᾽ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
127
τῷ ἀπὸ πείσματ᾽ ἔκοψα νεὸς κυανοπρῴροιο.
128
αἶψα δ᾽ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
129
ἐμβαλέειν κώπῃς , ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν:
130
οἱ δ᾽ ἅλα πάντες ἀνέρριψαν , δείσαντες ὄλεθρον.
131
ἀσπασίως δ᾽ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
132
νηῦς ἐμή : αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ᾽ ὄλοντο.
133
“ἔνθεν
δὲ
προτέρω
πλέομεν
ἀκαχήμενοι
ἦτορ,
134
ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους.
135
Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽ : ἔνθα δ᾽ ἔναιε
136
Κίρκη ἐυπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα,
137
αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο:
138
ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
139
μητρός τ᾽ ἐκ Πέρσης , τὴν Ὠκεανὸς τέκε παῖδα.
140
ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
141
ναύλοχον ἐς λιμένα , καί τις θεὸς ἡγεμόνευεν.
142
ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας
143
κείμεθ᾽ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
144
ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
145
καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
146
καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
147
εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
148
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
149
καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
150
Κίρκης ἐν μεγάροισι , διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
151
μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
152
ἐλθεῖν ἠδὲ πυθέσθαι , ἐπεὶ ἴδον αἴθοπα καπνόν.
153
ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
154
πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
155
δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
156
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
157
καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
158
ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
159
ἧκεν . ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
160
πιόμενος : δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
161
τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα
162
πλῆξα : τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
163
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών , ἀπὸ δ᾽ ἔπτατο θυμός.
164
τῷ δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
165
εἰρυσάμην : τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
166
εἴασ᾽ : αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
167
πεῖσμα δ᾽ , ὅσον τ᾽ ὄργυιαν , ἐυστρεφὲς ἀμφοτέρωθεν
168
πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
169
βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
170
ἔγχει ἐρειδόμενος , ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου
171
χειρὶ φέρειν ἑτέρῃ : μάλα γὰρ μέγα θηρίον ἦεν.
172
κὰδ᾽ δ᾽ ἔβαλον προπάροιθε νεός , ἀνέγειρα δ᾽ ἑταίρους
173
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
174
“ὦ
φίλοι , οὐ
γάρ
πω
καταδυσόμεθ᾽
ἀχνύμενοί
περ
175
εἰς Ἀίδαο δόμους , πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ:
176
ἀλλ᾽ ἄγετ᾽ , ὄφρ᾽ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
177
μνησόμεθα βρώμης , μηδὲ τρυχώμεθα λιμῷ.’
178
“ὣς
ἐφάμην , οἱ
δ᾽
ὦκα
ἐμοῖς
ἐπέεσσι
πίθοντο,
179
ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο
180
θηήσαντ᾽ ἔλαφον : μάλα γὰρ μέγα θηρίον ἦεν.
181
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
182
χεῖρας νιψάμενοι τεύχοντ᾽ ἐρικυδέα δαῖτα.
183
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
184
ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
185
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
186
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
187
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
188
καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον:
189
“‘κέκλυτέ
μευ
μύθων , κακά
περ
πάσχοντες
ἑταῖροι:
190
ὦ φίλοι , οὐ γάρ τ᾽ ἴδμεν , ὅπῃ ζόφος οὐδ᾽ ὅπῃ ἠώς,
191
οὐδ᾽ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν,
192
οὐδ᾽ ὅπῃ ἀννεῖται : ἀλλὰ φραζώμεθα θᾶσσον
193
εἴ τις ἔτ᾽ ἔσται μῆτις . ἐγὼ δ᾽ οὔκ οἴομαι εἶναι.
194
εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
195
νῆσον , τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται:
196
αὐτὴ δὲ χθαμαλὴ κεῖται : καπνὸν δ᾽ ἐνὶ μέσσῃ
197
ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.’
198
“ὣς
ἐφάμην , τοῖσιν
δὲ
κατεκλάσθη
φίλον
ἦτορ
199
μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
200
Κύκλωπός τε βίης μεγαλήτορος , ἀνδροφάγοιο.
201
κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες:
202
ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
203
“αὐτὰρ
ἐγὼ
δίχα
πάντας
ἐυκνήμιδας
ἑταίρους
204
ἠρίθμεον , ἀρχὸν δὲ μετ᾽ ἀμφοτέροισιν ὄπασσα:
205
τῶν μὲν ἐγὼν ἦρχον , τῶν δ᾽ Εὐρύλοχος θεοειδής.
206
κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα:
207
ἐκ δ᾽ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
208
βῆ δ᾽ ἰέναι , ἅμα τῷ γε δύω καὶ εἴκοσ᾽ ἑταῖροι
209
κλαίοντες : κατὰ δ᾽ ἄμμε λίπον γοόωντας ὄπισθεν.
210
εὗρον δ᾽ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
211
ξεστοῖσιν λάεσσι , περισκέπτῳ ἐνὶ χώρῳ:
212
ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
213
τοὺς αὐτὴ κατέθελξεν , ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.
214
οὐδ᾽ οἵ γ᾽ ὡρμήθησαν ἐπ᾽ ἀνδράσιν , ἀλλ᾽ ἄρα τοί γε
215
οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
216
ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
217
σαίνωσ᾽ , αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
218
ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
219
σαῖνον : τοὶ δ᾽ ἔδεισαν , ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
220
ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
221
Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
222
ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον , οἷα θεάων
223
λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
224
τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
225
ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε:
226
“ὦ
φίλοι , ἔνδον
γάρ
τις
ἐποιχομένη
μέγαν
ἱστὸν
227
καλὸν ἀοιδιάει , δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν,
228
ἢ θεὸς ἠὲ γυνή : ἀλλὰ φθεγγώμεθα θᾶσσον.’
229
“ὣς
ἄρ᾽
ἐφώνησεν , τοὶ
δὲ
φθέγγοντο
καλεῦντες.
230
ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
231
καὶ κάλει : οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο:
232
Εὐρύλοχος δ᾽ ὑπέμεινεν , ὀισάμενος δόλον εἶναι.
233
εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
234
ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
235
οἴνῳ Πραμνείῳ ἐκύκα : ἀνέμισγε δὲ σίτῳ
236
φάρμακα λύγρ᾽ , ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
237
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον , αὐτίκ᾽ ἔπειτα
238
ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
239
οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
240
καὶ δέμας , αὐτὰρ νοῦς ἦν ἔμπεδος , ὡς τὸ πάρος περ.
241
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο , τοῖσι δὲ Κίρκη
242
πάρ ῥ᾽ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
243
ἔδμεναι , οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
244
“Εὐρύλοχος
δ᾽
αἶψ᾽
ἦλθε
θοὴν
ἐπὶ
νῆα
μέλαιναν
245
ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
246
οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
247
κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος : ἐν δέ οἱ ὄσσε
248
δακρυόφιν πίμπλαντο , γόον δ᾽ ὠίετο θυμός.
249
ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες,
250
καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον:
251
“‘ἤιομεν , ὡς
ἐκέλευες , ἀνὰ
δρυμά , φαίδιμ᾽
Ὀδυσσεῦ:
252
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
253
ξεστοῖσιν λάεσσι , περισκέπτῳ ἐνὶ χώρῳ.
254
ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν,
255
ἢ θεὸς ἠὲ γυνή : τοὶ δὲ φθέγγοντο καλεῦντες.
256
ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
257
καὶ κάλει : οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο:
258
αὐτὰρ ἐγὼν ὑπέμεινα , ὀισάμενος δόλον εἶναι.
259
οἱ δ᾽ ἅμ᾽ ἀιστώθησαν ἀολλέες , οὐδέ τις αὐτῶν
260
ἐξεφάνη : δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.’
261
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγὼ
περὶ
μὲν
ξίφος
ἀργυρόηλον
262
ὤμοιιν βαλόμην , μέγα χάλκεον , ἀμφὶ δὲ τόξα:
263
τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
264
αὐτὰρ ὅ γ᾽ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
265
καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
266
“‘μή
μ᾽
ἄγε
κεῖσ᾽
ἀέκοντα , διοτρεφές , ἀλλὰ
λίπ᾽
αὐτοῦ.
267
οἶδα γάρ , ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον
268
ἄξεις σῶν ἑτάρων . ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
269
φεύγωμεν : ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.’
270
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
271
Εὐρύλοχ᾽ , ἦ τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῷδ᾽ ἐνὶ χώρῳ
272
ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ:
273
αὐτὰρ ἐγὼν εἶμι , κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.’
274
“ὣς
εἰπὼν
παρὰ
νηὸς
ἀνήιον
ἠδὲ
θαλάσσης.
275
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
276
Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
277
ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
278
ἐρχομένῳ πρὸς δῶμα , νεηνίῃ ἀνδρὶ ἐοικώς,
279
πρῶτον ὑπηνήτῃ , τοῦ περ χαριεστάτη ἥβη:
280
ἔν τ᾽ ἄρα μοι φῦ χειρί , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
281
“‘πῇ
δὴ
αὖτ᾽ , ὦ
δύστηνε , δι᾽
ἄκριας
ἔρχεαι
οἶος,
282
χώρου ἄιδρις ἐών ; ἕταροι δέ τοι οἵδ᾽ ἐνὶ Κίρκης
283
ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
284
ἦ τοὺς λυσόμενος δεῦρ᾽ ἔρχεαι ; οὐδέ σέ φημι
285
αὐτὸν νοστήσειν , μενέεις δὲ σύ γ᾽ , ἔνθα περ ἄλλοι.
286
ἀλλ᾽ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
287
τῆ , τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
288
ἔρχευ , ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
289
πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
290
τεύξει τοι κυκεῶ , βαλέει δ᾽ ἐν φάρμακα σίτῳ.
291
ἀλλ᾽ οὐδ᾽ ὣς θέλξαι σε δυνήσεται : οὐ γὰρ ἐάσει
292
φάρμακον ἐσθλόν , ὅ τοι δώσω , ἐρέω δὲ ἕκαστα.
293
ὁππότε κεν Κίρκη σ᾽ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
294
δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
295
Κίρκῃ ἐπαῖξαι , ὥς τε κτάμεναι μενεαίνων.
296
ἡ δέ σ᾽ ὑποδείσασα κελήσεται εὐνηθῆναι:
297
ἔνθα σὺ μηκέτ᾽ ἔπειτ᾽ ἀπανήνασθαι θεοῦ εὐνήν,
298
ὄφρα κέ τοι λύσῃ θ᾽ ἑτάρους αὐτόν τε κομίσσῃ:
299
ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
300
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
301
μή σ᾽ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.’
302
“ὣς
ἄρα
φωνήσας
πόρε
φάρμακον
ἀργεϊφόντης
303
ἐκ γαίης ἐρύσας , καί μοι φύσιν αὐτοῦ ἔδειξε.
304
ῥίζῃ μὲν μέλαν ἔσκε , γάλακτι δὲ εἴκελον ἄνθος:
305
μῶλυ δέ μιν καλέουσι θεοί : χαλεπὸν δέ τ᾽ ὀρύσσειν
306
ἀνδράσι γε θνητοῖσι , θεοὶ δέ τε πάντα δύνανται.
307
Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
308
νῆσον ἀν᾽ ὑλήεσσαν , ἐγὼ δ᾽ ἐς δώματα Κίρκης
309
ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
310
ἔστην δ᾽ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο:
311
ἔνθα στὰς ἐβόησα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
312
ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
313
καὶ κάλει : αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
314
εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
315
καλοῦ δαιδαλέου : ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
316
τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι , ὄφρα πίοιμι,
317
ἐν δέ τε φάρμακον ἧκε , κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ.
318
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον , οὐδέ μ᾽ ἔθελξε,
319
ῥάβδῳ πεπληγυῖα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
320
‘ἔρχεο
νῦν
συφεόνδε , μετ᾽
ἄλλων
λέξο
ἑταίρων.’
321
“ὣς
φάτ᾽ , ἐγὼ
δ᾽
ἄορ
ὀξὺ
ἐρυσσάμενος
παρὰ
μηροῦ
322
Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
323
ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
324
καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
325
“‘τίς
πόθεν
εἰς
ἀνδρῶν ; πόθι
τοι
πόλις
ἠδὲ
τοκῆες;
326
θαῦμά μ᾽ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ᾽ ἐθέλχθης:
327
οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ᾽ ἀνέτλη,
328
ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
329
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
330
ἦ σύ γ᾽ Ὀδυσσεύς ἐσσι πολύτροπος , ὅν τέ μοι αἰεὶ
331
φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
332
ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
333
ἀλλ᾽ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο , νῶι δ᾽ ἔπειτα
334
εὐνῆς ἡμετέρης ἐπιβείομεν , ὄφρα μιγέντε
335
εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.’
336
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
337
‘ὦ
Κίρκη , πῶς
γάρ
με
κέλεαι
σοὶ
ἤπιον
εἶναι,
338
ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
339
αὐτὸν δ᾽ ἐνθάδ᾽ ἔχουσα δολοφρονέουσα κελεύεις
340
ἐς θάλαμόν τ᾽ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
341
ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
342
οὐδ᾽ ἂν ἐγώ γ᾽ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
343
εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
344
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.’
345
“ὣς
ἐφάμην , ἡ
δ᾽
αὐτίκ᾽
ἀπώμνυεν , ὡς
ἐκέλευον.
346
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
347
καὶ τότ᾽ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
348
“ἀμφίπολοι
δ᾽
ἄρα
τέως
μὲν
ἐνὶ
μεγάροισι
πένοντο
349
τέσσαρες , αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι:
350
γίγνονται δ᾽ ἄρα ταί γ᾽ ἔκ τε κρηνέων ἀπό τ᾽ ἀλσέων
351
ἔκ θ᾽ ἱερῶν ποταμῶν , οἵ τ᾽ εἰς ἅλαδε προρέουσι.
352
τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
353
πορφύρεα καθύπερθ᾽ , ὑπένερθε δὲ λῖθ᾽ ὑπέβαλλεν:
354
ἡ δ᾽ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
355
ἀργυρέας , ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια:
356
ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
357
ἡδὺν ἐν ἀργυρέῳ , νέμε δὲ χρύσεια κύπελλα:
358
ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
359
πολλὸν ὑπὸ τρίποδι μεγάλῳ : ἰαίνετο δ᾽ ὕδωρ.
360
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
361
ἔς ῥ᾽ ἀσάμινθον ἕσασα λό᾽ ἐκ τρίποδος μεγάλοιο,
362
θυμῆρες κεράσασα , κατὰ κρατός τε καὶ ὤμων,
363
ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
364
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
365
ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
366
εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
367
καλοῦ δαιδαλέου , ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
368
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
369
καλῇ χρυσείῃ , ὑπὲρ ἀργυρέοιο λέβητος,
370
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
371
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
372
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων.
373
ἐσθέμεναι δ᾽ ἐκέλευεν : ἐμῷ δ᾽ οὐχ ἥνδανε θυμῷ,
374
ἀλλ᾽ ἥμην ἀλλοφρονέων , κακὰ δ᾽ ὄσσετο θυμός.
375
“Κίρκη
δ᾽
ὡς
ἐνόησεν
ἔμ᾽
ἥμενον
οὐδ᾽
ἐπὶ
σίτῳ
376
χεῖρας ἰάλλοντα , κρατερὸν δέ με πένθος ἔχοντα,
377
ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα:
378
“ ‘τίφθ᾽
οὕτως , Ὀδυσεῦ , κατ᾽
ἄρ᾽
ἕζεαι
ἶσος
ἀναύδῳ,
379
θυμὸν ἔδων , βρώμης δ᾽ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
380
ἦ τινά που δόλον ἄλλον ὀίεαι : οὐδέ τί σε χρὴ
381
δειδίμεν : ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.’
382
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
383
‘ὦ
Κίρκη , τίς
γάρ
κεν
ἀνήρ , ὃς
ἐναίσιμος
εἴη,
384
πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
385
πρὶν λύσασθ᾽ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
386
ἀλλ᾽ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
387
λῦσον , ἵν᾽ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.’
388
“ὣς
ἐφάμην , Κίρκη
δὲ
διὲκ
μεγάροιο
βεβήκει
389
ῥάβδον ἔχουσ᾽ ἐν χειρί , θύρας δ᾽ ἀνέῳξε συφειοῦ,
390
ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
391
οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι , ἡ δὲ δι᾽ αὐτῶν
392
ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
393
τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον , ἃς πρὶν ἔφυσε
394
φάρμακον οὐλόμενον , τό σφιν πόρε πότνια Κίρκη:
395
ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
396
καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
397
ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος.
398
πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος , ἀμφὶ δὲ δῶμα
399
σμερδαλέον κονάβιζε : θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή.
400
“ἡ
δέ
μευ
ἄγχι
στᾶσα
προσηύδα
δῖα
θεάων:
401
‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
402
ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
403
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
404
κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα:
405
αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.’
406
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐμοί
γ᾽
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ,
407
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
408
εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
409
οἴκτρ᾽ ὀλοφυρομένους , θαλερὸν κατὰ δάκρυ χέοντας.
410
ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
411
ἐλθούσας ἐς κόπρον , ἐπὴν βοτάνης κορέσωνται,
412
πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι : οὐδ᾽ ἔτι σηκοὶ
413
ἴσχουσ᾽ , ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι:
414
μητέρας : ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
415
δακρυόεντες ἔχυντο : δόκησε δ᾽ ἄρα σφίσι θυμὸς
416
ὣς ἔμεν , ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν
417
τρηχείης Ἰθάκης , ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο.
418
καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων:
419
“ ‘σοὶ
μὲν
νοστήσαντι , διοτρεφές , ὣς
ἐχάρημεν,
420
ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν:
421
ἀλλ᾽ ἄγε , τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.’
422
“ὣς
ἔφαν , αὐτὰρ
ἐγὼ
προσέφην
μαλακοῖς
ἐπέεσσι:
423
‘νῆα
μὲν
ἂρ
πάμπρωτον
ἐρύσσομεν
ἤπειρόνδε,
424
κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα:
425
αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
426
ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
427
πίνοντας καὶ ἔδοντας : ἐπηετανὸν γὰρ ἔχουσιν.’
428
“ὣς
ἐφάμην , οἱ
δ᾽
ὦκα
ἐμοῖς
ἐπέεσσι
πίθοντο.
429
Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους:
430
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
431
“‘ἆ
δειλοί , πόσ᾽
ἴμεν ; τί
κακῶν
ἱμείρετε
τούτων;
432
Κίρκης ἐς μέγαρον καταβήμεναι , ἥ κεν ἅπαντας
433
ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
434
οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
435
ὥς περ Κύκλωψ ἔρξ᾽ , ὅτε οἱ μέσσαυλον ἵκοντο
436
ἡμέτεροι ἕταροι , σὺν δ᾽ ὁ θρασὺς εἵπετ᾽ Ὀδυσσεύς:
437
τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.’
438
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
γε
μετὰ
φρεσὶ
μερμήριξα,
439
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
440
τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
441
καὶ πηῷ περ ἐόντι μάλα σχεδόν : ἀλλά μ᾽ ἑταῖροι
442
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:
443
“‘διογενές , τοῦτον
μὲν
ἐάσομεν , εἰ
σὺ
κελεύεις,
444
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι:
445
ἡμῖν δ᾽ ἡγεμόνευ᾽ ἱερὰ πρὸς δώματα Κίρκης.’
446
“ὣς
φάμενοι
παρὰ
νηὸς
ἀνήιον
ἠδὲ
θαλάσσης.
447
οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
448
ἀλλ᾽ ἕπετ᾽ : ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
449
“τόφρα
δὲ
τοὺς
ἄλλους
ἑτάρους
ἐν
δώμασι
Κίρκη
450
ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
451
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας:
452
δαινυμένους δ᾽ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
453
οἱ δ᾽ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ᾽ ἐσάντα,
454
κλαῖον ὀδυρόμενοι , περὶ δὲ στεναχίζετο δῶμα.
455
ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων:
456
“‘μηκέτι
νῦν
θαλερὸν
γόον
ὄρνυτε : οἶδα
καὶ
αὐτὴ
457
ἠμὲν ὅσ᾽ ἐν πόντῳ πάθετ᾽ ἄλγεα ἰχθυόεντι,
458
ἠδ᾽ ὅσ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου.
460
ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
461
εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
462
οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
463
τρηχείης Ἰθάκης . νῦν δ᾽ ἀσκελέες καὶ ἄθυμοι,
464
αἰὲν ἄλης χαλεπῆς μεμνημένοι , οὐδέ ποθ᾽ ὕμιν
465
θυμὸς ἐν εὐφροσύνῃ , ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.’
466
“ὣς
ἔφαθ᾽ , ἡμῖν
δ᾽
αὖτ᾽
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ.
467
ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
468
ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
469
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην , περὶ δ᾽ ἔτραπον ὧραι
470
μηνῶν φθινόντων , περὶ δ᾽ ἤματα μακρὰ τελέσθη,
471
καὶ τότε μ᾽ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι:
472
“‘δαιμόνι᾽ , ἤδη
νῦν
μιμνήσκεο
πατρίδος
αἴης,
473
εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
474
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.’
475
“ὣς
ἔφαν , αὐτὰρ
ἐμοί
γ᾽
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ.
476
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
477
ἥμεθα , δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
478
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
479
οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
480
αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
481
γούνων ἐλλιτάνευσα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς:
482
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
483
“‘ὢ
Κίρκη , τέλεσόν
μοι
ὑπόσχεσιν
ἥν
περ
ὑπέστης,
484
οἴκαδε πεμψέμεναι : θυμὸς δέ μοι ἔσσυται ἤδη,
485
ἠδ᾽ ἄλλων ἑτάρων , οἵ μευ φθινύθουσι φίλον κῆρ
486
ἀμφ᾽ ἔμ᾽ ὀδυρόμενοι , ὅτε που σύ γε νόσφι γένηαι.’
487
“ὣς
ἐφάμην , ἡ
δ᾽
αὐτίκ᾽
ἀμείβετο
δῖα
θεάων:
488
‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
489
μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
490
ἀλλ᾽ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
491
εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
492
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
493
μάντηος ἀλαοῦ , τοῦ τε φρένες ἔμπεδοί εἰσι:
494
τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
495
οἴῳ πεπνῦσθαι , τοὶ δὲ σκιαὶ ἀίσσουσιν.’
496
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐμοί
γε
κατεκλάσθη
φίλον
ἦτορ:
497
κλαῖον δ᾽ ἐν λεχέεσσι καθήμενος , οὐδέ νύ μοι κῆρ
498
ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
499
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τ᾽ ἐκορέσθην,
500
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:
501
“‘ὢ
Κίρκη , τίς
γὰρ
ταύτην
ὁδὸν
ἡγεμονεύσει;
502
εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.’
503
“ὣς
ἐφάμην , ἡ
δ᾽
αὐτίκ᾽
ἀμείβετο
δῖα
θεάων:
504
‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
505
μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
506
ἱστὸν δὲ στήσας , ἀνά θ᾽ ἱστία λευκὰ πετάσσας
507
ἧσθαι : τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
508
ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ νηὶ δι᾽ Ὠκεανοῖο περήσῃς,
509
ἔνθ᾽ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
510
μακραί τ᾽ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
511
νῆα μὲν αὐτοῦ κέλσαι ἐπ᾽ Ὠκεανῷ βαθυδίνῃ,
512
αὐτὸς δ᾽ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
513
ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
514
Κώκυτός θ᾽ , ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
515
πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων:
516
ἔνθα δ᾽ ἔπειθ᾽ , ἥρως , χριμφθεὶς πέλας , ὥς σε κελεύω,
517
βόθρον ὀρύξαι , ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
518
ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
519
πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οἴνῳ,
520
τὸ τρίτον αὖθ᾽ ὕδατι : ἐπὶ δ᾽ ἄλφιτα λευκὰ παλύνειν.
521
πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
522
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν , ἥ τις ἀρίστη,
523
ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,
524
Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
525
παμμέλαν᾽ , ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
526
αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
527
ἔνθ᾽ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
528
εἰς Ἔρεβος στρέψας , αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι
529
ἱέμενος ποταμοῖο ῥοάων : ἔνθα δὲ πολλαὶ
530
ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
531
δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
532
μῆλα , τὰ δὴ κατάκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ,
533
δείραντας κατακῆαι , ἐπεύξασθαι δὲ θεοῖσιν,
534
ἰφθίμῳ τ᾽ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ:
535
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
536
ἧσθαι , μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
537
αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι.
538
ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται , ὄρχαμε λαῶν,
539
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
540
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.’
541
“ὣς
ἔφατ᾽ , αὐτίκα
δὲ
χρυσόθρονος
ἤλυθεν
Ἠώς.
542
ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν:
543
αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
544
λεπτὸν καὶ χαρίεν , περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
545
καλὴν χρυσείην , κεφαλῇ δ᾽ ἐπέθηκε καλύπτρην.
546
αὐτὰρ ἐγὼ διὰ δώματ᾽ ἰὼν ὤτρυνον ἑταίρους
547
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
548
“‘μηκέτι
νῦν
εὕδοντες
ἀωτεῖτε
γλυκὺν
ὕπνον,
549
ἀλλ᾽ ἴομεν : δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.’
550
“ὣς
ἐφάμην , τοῖσιν
δ᾽
ἐπεπείθετο
θυμὸς
ἀγήνωρ.
551
οὐδὲ μὲν οὐδ᾽ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
552
Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος , οὔτε τι λίην
553
ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς:
554
ὅς μοι ἄνευθ᾽ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
555
ψύχεος ἱμείρων , κατελέξατο οἰνοβαρείων.
556
κινυμένων δ᾽ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
557
ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
558
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
559
ἀλλὰ καταντικρὺ τέγεος πέσεν : ἐκ δέ οἱ αὐχὴν
560
ἀστραγάλων ἐάγη , ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθεν.
561
“ἐρχομένοισι
δὲ
τοῖσιν
ἐγὼ
μετὰ
μῦθον
ἔειπον:
562
‘φάσθε
νύ
που
οἶκόνδε
φίλην
ἐς
πατρίδα
γαῖαν
563
ἔρχεσθ᾽ : ἄλλην δ᾽ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
564
εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
565
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.’
566
“ὣς
ἐφάμην , τοῖσιν
δὲ
κατεκλάσθη
φίλον
ἦτορ,
567
ἑζόμενοι δὲ κατ᾽ αὖθι γόων τίλλοντό τε χαίτας:
568
ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
569
“ἀλλ᾽
ὅτε
δή
ῥ᾽
ἐπὶ
νῆα
θοὴν
καὶ
θῖνα
θαλάσσης
570
ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
571
τόφρα δ᾽ ἄρ᾽ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
572
ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
573
ῥεῖα παρεξελθοῦσα : τίς ἂν θεὸν οὐκ ἐθέλοντα
574
ὀφθαλμοῖσιν ἴδοιτ᾽ ἢ ἔνθ᾽ ἢ ἔνθα κιόντα;