Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
“αὐτὰρ
ἐπεί
ῥ᾽
ἐπὶ
νῆα
κατήλθομεν
ἠδὲ
θάλασσαν,
2
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
3
ἐν δ᾽ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
4
ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν , ἂν δὲ καὶ αὐτοὶ
5
βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
6
ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
7
ἴκμενον οὖρον ἵει πλησίστιον , ἐσθλὸν ἑταῖρον,
8
Κίρκη εὐπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα.
9
ἡμεῖς δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
10
ἥμεθα : τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.
11
τῆς δὲ πανημερίης τέταθ᾽ ἱστία ποντοπορούσης:
12
δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
13
“ἡ δ᾽ ἐς πείραθ᾽ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
14
ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
15
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι : οὐδέ ποτ᾽ αὐτοὺς
16
ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
17
οὔθ᾽ ὁπότ᾽ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
18
οὔθ᾽ ὅτ᾽ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτράπηται,
19
ἀλλ᾽ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
20
νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν , ἐκ δὲ τὰ μῆλα
21
εἱλόμεθ᾽ : αὐτοὶ δ᾽ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
22
ᾔομεν , ὄφρ᾽ ἐς χῶρον ἀφικόμεθ᾽ , ὃν φράσε Κίρκη.
23
“ἔνθ᾽ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
24
ἔσχον : ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
25
βόθρον ὄρυξ᾽ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
26
ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
27
πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οἴνῳ,
28
τὸ τρίτον αὖθ᾽ ὕδατι : ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνον.
29
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
30
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν , ἥ τις ἀρίστη,
31
ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,
32
Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
33
παμμέλαν᾽ , ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
34
τοὺς δ᾽ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε , ἔθνεα νεκρῶν,
35
ἐλλισάμην , τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
36
ἐς βόθρον , ῥέε δ᾽ αἷμα κελαινεφές : αἱ δ᾽ ἀγέροντο
37
ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
38
νύμφαι τ᾽ ἠίθεοί τε πολύτλητοί τε γέροντες
39
παρθενικαί τ᾽ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
40
πολλοὶ δ᾽ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
41
ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε᾽ ἔχοντες:
42
οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
43
θεσπεσίῃ ἰαχῇ : ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
44
δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
45
μῆλα , τὰ δὴ κατέκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ,
46
δείραντας κατακῆαι , ἐπεύξασθαι δὲ θεοῖσιν,
47
ἰφθίμῳ τ᾽ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ:
48
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
49
ἥμην , οὐδ᾽ εἴων νεκύων ἀμενηνὰ κάρηνα
50
αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι.
51
“πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου:
52
οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης:
53
σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
54
ἄκλαυτον καὶ ἄθαπτον , ἐπεὶ πόνος ἄλλος ἔπειγε.
55
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
56
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
57
“Ἐλπῆνορ , πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
58
ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
59
“ὣς ἐφάμην , ὁ δέ μ᾽ οἰμώξας ἠμείβετο μύθῳ:
60
‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
61
ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
62
Κίρκης δ᾽ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
63
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
64
ἀλλὰ καταντικρὺ τέγεος πέσον : ἐκ δέ μοι αὐχὴν
65
ἀστραγάλων ἐάγη , ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθε.
66
νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι , οὐ παρεόντων,
67
πρός τ᾽ ἀλόχου καὶ πατρός , ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,
68
Τηλεμάχου θ᾽ , ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες:
69
οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
70
νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα:
71
ἔνθα σ᾽ ἔπειτα , ἄναξ , κέλομαι μνήσασθαι ἐμεῖο.
72
μή μ᾽ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
73
νοσφισθείς , μή τοί τι θεῶν μήνιμα γένωμαι,
74
ἀλλά με κακκῆαι σὺν τεύχεσιν , ἅσσα μοι ἔστιν,
75
σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
76
ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
77
ταῦτά τέ μοι τελέσαι πῆξαί τ᾽ ἐπὶ τύμβῳ ἐρετμόν,
78
τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ᾽ ἐμοῖς ἑτάροισιν.’
79
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
80
‘ταῦτά
τοι , ὦ
δύστηνε , τελευτήσω
τε
καὶ
ἔρξω.’
81
“νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
82
ἥμεθ᾽ , ἐγὼ μὲν ἄνευθεν ἐφ᾽ αἵματι φάσγανον ἴσχων,
83
εἴδωλον δ᾽ ἑτέρωθεν ἑταίρου πόλλ᾽ ἀγόρευεν:
84
“ἦλθε δ᾽ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
85
Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
86
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
87
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ:
88
ἀλλ᾽ οὐδ᾽ ὣς εἴων προτέρην , πυκινόν περ ἀχεύων,
89
αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι.
90
“ἦλθε δ᾽ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
91
χρύσεον σκῆπτρον ἔχων , ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπεν:
92
‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
93
τίπτ᾽ αὖτ᾽ , ὦ δύστηνε , λιπὼν φάος ἠελίοιο
94
ἤλυθες , ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
95
ἀλλ᾽ ἀποχάζεο βόθρου , ἄπισχε δὲ φάσγανον ὀξύ,
96
αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.’
97
“ὣς φάτ᾽ , ἐγὼ δ᾽ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
98
κουλεῷ ἐγκατέπηξ᾽ . ὁ δ᾽ ἐπεὶ πίεν αἷμα κελαινόν,
99
καὶ τότε δή μ᾽ ἐπέεσσι προσηύδα μάντις ἀμύμων:
100
“‘νόστον δίζηαι μελιηδέα , φαίδιμ᾽ Ὀδυσσεῦ:
101
τὸν δέ τοι ἀργαλέον θήσει θεός : οὐ γὰρ ὀίω
102
λήσειν ἐννοσίγαιον , ὅ τοι κότον ἔνθετο θυμῷ
103
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
104
ἀλλ᾽ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
105
αἴ κ᾽ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
106
ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
107
Θρινακίῃ νήσῳ , προφυγὼν ἰοειδέα πόντον,
108
βοσκομένας δ᾽ εὕρητε βόας καὶ ἴφια μῆλα
109
Ἠελίου , ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.
110
τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
111
καί κεν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε:
112
εἰ δέ κε σίνηαι , τότε τοι τεκμαίρομ᾽ ὄλεθρον,
113
νηί τε καὶ ἑτάροις . αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξῃς,
114
ὀψὲ κακῶς νεῖαι , ὀλέσας ἄπο πάντας ἑταίρους,
115
νηὸς ἐπ᾽ ἀλλοτρίης : δήεις δ᾽ ἐν πήματα οἴκῳ,
116
ἄνδρας ὑπερφιάλους , οἵ τοι βίοτον κατέδουσι
117
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
118
ἀλλ᾽ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών:
119
αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
120
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
121
ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
122
εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
123
ἀνέρες , οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν:
124
οὐδ᾽ ἄρα τοί γ᾽ ἴσασι νέας φοινικοπαρῄους
125
οὐδ᾽ ἐυήρε᾽ ἐρετμά , τά τε πτερὰ νηυσὶ πέλονται.
126
σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές , οὐδέ σε λήσει:
127
ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
128
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
129
καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
130
ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
131
ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,
132
οἴκαδ᾽ ἀποστείχειν ἔρδειν θ᾽ ἱερᾶς ἑκατόμβας
133
ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
134
πᾶσι μάλ᾽ ἑξείης . θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
135
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται , ὅς κέ σε πέφνῃ
136
γήραι ὕπο λιπαρῷ ἀρημένον : ἀμφὶ δὲ λαοὶ
137
ὄλβιοι ἔσσονται . τὰ δέ τοι νημερτέα εἴρω.’
138
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
139
“Τειρεσίη , τὰ
μὲν
ἄρ
που
ἐπέκλωσαν
θεοὶ
αὐτοί.
140
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
141
μητρὸς τήνδ᾽ ὁρόω ψυχὴν κατατεθνηυίης:
142
ἡ δ᾽ ἀκέουσ᾽ ἧσται σχεδὸν αἵματος , οὐδ᾽ ἑὸν υἱὸν
143
ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
144
εἰπέ , ἄναξ , πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;”
145
“ὣς ἐφάμην , ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
146
“ῥηΐδιόν
τοι
ἔπος
ἐρέω
καὶ
ἐπὶ
φρεσὶ
θήσω.
147
ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
148
αἵματος ἆσσον ἴμεν , ὁ δέ τοι νημερτὲς ἐνίψει:
149
ᾧ δέ κ᾽ ἐπιφθονέῃς , ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.’
150
“ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
151
Τειρεσίαο ἄνακτος , ἐπεὶ κατὰ θέσφατ᾽ ἔλεξεν:
152
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , ὄφρ᾽ ἐπὶ μήτηρ
153
ἤλυθε καὶ πίεν αἷμα κελαινεφές : αὐτίκα δ᾽ ἔγνω,
154
καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
155
“‘τέκνον ἐμόν , πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
156
ζωὸς ἐών ; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
157
μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
158
Ὠκεανὸς μὲν πρῶτα , τὸν οὔ πως ἔστι περῆσαι
159
πεζὸν ἐόντ᾽ , ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
160
ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ᾽ ἱκάνεις
161
νηί τε καὶ ἑτάροισι πολὺν χρόνον ; οὐδέ πω ἦλθες
162
εἰς Ἰθάκην , οὐδ᾽ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;”
163
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
164
‘μῆτερ
ἐμή , χρειώ
με
κατήγαγεν
εἰς
Ἀίδαο
165
ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο:
166
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς
167
γῆς ἐπέβην , ἀλλ᾽ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
168
ἐξ οὗ τὰ πρώτισθ᾽ ἑπόμην Ἀγαμέμνονι δίῳ
169
Ἴλιον εἰς ἐύπωλον , ἵνα Τρώεσσι μαχοίμην.
170
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
171
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
172
ἦ δολιχὴ νοῦσος , ἦ Ἄρτεμις ἰοχέαιρα
173
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
174
εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος , ὃν κατέλειπον,
175
ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας , ἦέ τις ἤδη
176
ἀνδρῶν ἄλλος ἔχει , ἐμὲ δ᾽ οὐκέτι φασὶ νέεσθαι.
177
εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
178
ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
179
ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.’
180
“ὣς ἐφάμην , ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ:
181
‘καὶ
λίην
κείνη
γε
μένει
τετληότι
θυμῷ
182
σοῖσιν ἐνὶ μεγάροισιν : ὀιζυραὶ δέ οἱ αἰεὶ
183
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
184
σὸν δ᾽ οὔ πώ τις ἔχει καλὸν γέρας , ἀλλὰ ἕκηλος
185
Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
186
δαίνυται , ἃς ἐπέοικε δικασπόλον ἄνδρ᾽ ἀλεγύνειν:
187
πάντες γὰρ καλέουσι . πατὴρ δὲ σὸς αὐτόθι μίμνει
188
ἀγρῷ , οὐδὲ πόλινδε κατέρχεται . οὐδέ οἱ εὐναὶ
189
δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
190
ἀλλ᾽ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
191
ἐν κόνι ἄγχι πυρός , κακὰ δὲ χροῒ εἵματα εἷται:
192
αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τ᾽ ὀπώρη,
193
πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
194
φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
195
ἔνθ᾽ ὅ γε κεῖτ᾽ ἀχέων , μέγα δὲ φρεσὶ πένθος ἀέξει
196
σὸν νόστον ποθέων , χαλεπὸν δ᾽ ἐπὶ γῆρας ἱκάνει.
197
οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον:
198
οὔτ᾽ ἐμέ γ᾽ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
199
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
200
οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν , ἥ τε μάλιστα
201
τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν:
202
ἀλλά με σός τε πόθος σά τε μήδεα , φαίδιμ᾽ Ὀδυσσεῦ,
203
σή τ᾽ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.’
204
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ γ᾽ ἔθελον φρεσὶ μερμηρίξας
205
μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
206
τρὶς μὲν ἐφωρμήθην , ἑλέειν τέ με θυμὸς ἀνώγει,
207
τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
208
ἔπτατ᾽ . ἐμοὶ δ᾽ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
209
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
210
“‘μῆτερ ἐμή , τί νύ μ᾽ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
211
ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
212
ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
213
ἦ τί μοι εἴδωλον τόδ᾽ ἀγαυὴ Περσεφόνεια
214
ὤτρυν᾽ , ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;“
215
“ὣς ἐφάμην , ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ:
216
‘ὤ
μοι , τέκνον
ἐμόν , περὶ
πάντων
κάμμορε
φωτῶν,
217
οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
218
ἀλλ᾽ αὕτη δίκη ἐστὶ βροτῶν , ὅτε τίς κε θάνῃσιν:
219
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
220
ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
221
δαμνᾷ , ἐπεί κε πρῶτα λίπῃ λεύκ᾽ ὀστέα θυμός,
222
ψυχὴ δ᾽ ἠύτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται.
223
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο : ταῦτα δὲ πάντα
224
ἴσθ᾽ , ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.’
225
“νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ᾽ , αἱ δὲ γυναῖκες
226
ἤλυθον , ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
227
ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
228
αἱ δ᾽ ἀμφ᾽ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
229
αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
230
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:
231
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
232
οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
233
αἱ δὲ προμνηστῖναι ἐπήισαν , ἠδὲ ἑκάστη
234
ὃν γόνον ἐξαγόρευεν : ἐγὼ δ᾽ ἐρέεινον ἁπάσας.
235
“ἔνθ᾽ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
236
ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
237
φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο:
238
ἣ ποταμοῦ ἠράσσατ᾽ Ἐνιπῆος θείοιο,
239
ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
240
καί ῥ᾽ ἐπ᾽ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
241
τῷ δ᾽ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
242
ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος:
243
πορφύρεον δ᾽ ἄρα κῦμα περιστάθη , οὔρεϊ ἶσον,
244
κυρτωθέν , κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
245
λῦσε δὲ παρθενίην ζώνην , κατὰ δ᾽ ὕπνον ἔχευεν.
246
αὐτὰρ ἐπεί ῥ᾽ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
247
ἔν τ᾽ ἄρα οἱ φῦ χειρί , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
248
“‘χαῖρε , γύναι , φιλότητι : περιπλομένου δ᾽ ἐνιαυτοῦ
249
τέξεις ἀγλαὰ τέκνα , ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
250
ἀθανάτων : σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
251
νῦν δ᾽ ἔρχευ πρὸς δῶμα , καὶ ἴσχεο μηδ᾽ ὀνομήνῃς:
252
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.’
253
“ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
254
ἡ δ᾽ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
255
τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
256
ἀμφοτέρω : Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
257
ναῖε πολύρρηνος , ὁ δ᾽ ἄρ᾽ ἐν Πύλῳ ἠμαθόεντι.
258
τοὺς δ᾽ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
259
Αἴσονά τ᾽ ἠδὲ Φέρητ᾽ Ἀμυθάονά θ᾽ ἱππιοχάρμην.
260
“τὴν δὲ μετ᾽ Ἀντιόπην ἴδον , Ἀσωποῖο θύγατρα,
261
ἣ δὴ καὶ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
262
καί ῥ᾽ ἔτεκεν δύο παῖδ᾽ , Ἀμφίονά τε Ζῆθόν τε,
263
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
264
πύργωσάν τ᾽ , ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο
265
ναιέμεν εὐρύχορον Θήβην , κρατερώ περ ἐόντε.
266
“τὴν δὲ μετ᾽ Ἀλκμήνην ἴδον , Ἀμφιτρύωνος ἄκοιτιν,
267
ἥ ῥ᾽ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
268
γείνατ᾽ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα:
269
καὶ Μεγάρην , Κρείοντος ὑπερθύμοιο θύγατρα,
270
τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
271
“μητέρα τ᾽ Οἰδιπόδαο ἴδον , καλὴν Ἐπικάστην,
272
ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
273
γημαμένη ᾧ υἷι : ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας
274
γῆμεν : ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
275
ἀλλ᾽ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
276
Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς:
277
ἡ δ᾽ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
278
ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψηλοῖο μελάθρου,
279
ᾧ ἄχεϊ σχομένη : τῷ δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω
280
πολλὰ μάλ᾽ , ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
281
“καὶ Χλῶριν εἶδον περικαλλέα , τήν ποτε Νηλεὺς
282
γῆμεν ἑὸν διὰ κάλλος , ἐπεὶ πόρε μυρία ἕδνα,
283
ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
284
ὅς ποτ᾽ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν:
285
ἡ δὲ Πύλου βασίλευε , τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
286
Νέστορά τε Χρόνιον τε Περικλύμενόν τ᾽ ἀγέρωχον.
287
τοῖσι δ᾽ ἐπ᾽ ἰφθίμην Πηρὼ τέκε , θαῦμα βροτοῖσι,
288
τὴν πάντες μνώοντο περικτίται : οὐδ᾽ ἄρα Νηλεὺς
289
τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
290
ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
291
ἀργαλέας : τὰς δ᾽ οἶος ὑπέσχετο μάντις ἀμύμων
292
ἐξελάαν : χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
293
δεσμοί τ᾽ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
294
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
295
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
296
καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
297
θέσφατα πάντ᾽ εἰπόντα : Διὸς δ᾽ ἐτελείετο βουλή.
298
“καὶ Λήδην εἶδον , τὴν Τυνδαρέου παράκοιτιν,
299
ἥ ῥ᾽ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
300
Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
301
τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα:
302
οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
303
ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι , ἄλλοτε δ᾽ αὖτε
304
τεθνᾶσιν : τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
305
“τὴν δὲ μετ᾽ Ἰφιμέδειαν , Ἀλωῆος παράκοιτιν
306
εἴσιδον , ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
307
καί ῥ᾽ ἔτεκεν δύο παῖδε , μινυνθαδίω δ᾽ ἐγενέσθην,
308
Ὦτόν τ᾽ ἀντίθεον τηλεκλειτόν τ᾽ Ἐφιάλτην,
309
οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
310
καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα:
311
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
312
εὖρος , ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
313
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
314
φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
315
Ὄσσαν ἐπ᾽ Οὐλύμπῳ μέμασαν θέμεν , αὐτὰρ ἐπ᾽ Ὄσσῃ
316
Πήλιον εἰνοσίφυλλον , ἵν᾽ οὐρανὸς ἀμβατὸς εἴη.
317
καί νύ κεν ἐξετέλεσσαν , εἰ ἥβης μέτρον ἵκοντο:
318
ἀλλ᾽ ὄλεσεν Διὸς υἱός , ὃν ἠύκομος τέκε Λητώ,
319
ἀμφοτέρω , πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
320
ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
321
“Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ᾽ Ἀριάδνην,
322
κούρην Μίνωος ὀλοόφρονος , ἥν ποτε Θησεὺς
323
ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
324
ἦγε μέν , οὐδ᾽ ἀπόνητο : πάρος δέ μιν Ἄρτεμις ἔκτα
325
Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
326
“Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ᾽ Ἐριφύλην,
327
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
328
πάσας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
329
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας:
330
πρὶν γάρ κεν καὶ νὺξ φθῖτ᾽ ἄμβροτος . ἀλλὰ καὶ ὥρη
331
εὕδειν , ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ᾽ ἐς ἑταίρους
332
ἢ αὐτοῦ : πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.”
333
‘ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
334
κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335
τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
336
“Φαίηκες , πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
337
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
338
ξεῖνος δ᾽ αὖτ᾽ ἐμός ἐστιν , ἕκαστος δ᾽ ἔμμορε τιμῆς:
339
τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε , μηδὲ τὰ δῶρα
340
οὕτω χρηίζοντι κολούετε : πολλὰ γὰρ ὑμῖν
341
κτήματ᾽ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.”
342
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
343
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν:
344
“ὦ
φίλοι , οὐ
μὰν
ἧμιν
ἀπὸ
σκοποῦ
οὐδ᾽
ἀπὸ
δόξης
345
μυθεῖται βασίλεια περίφρων : ἀλλὰ πίθεσθε.
346
Ἀλκινόου δ᾽ ἐκ τοῦδ᾽ ἔχεται ἔργον τε ἔπος τε.”
347
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
348
“τοῦτο
μὲν
οὕτω
δὴ
ἔσται
ἔπος , αἴ
κεν
ἐγώ
γε
349
ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω:
350
ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
351
ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον , εἰς ὅ κε πᾶσαν
352
δωτίνην τελέσω : πομπὴ δ᾽ ἄνδρεσσι μελήσει
353
πᾶσι , μάλιστα δ᾽ ἐμοί : τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ δήμῳ.”
354
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
355
“Ἀλκίνοε
κρεῖον , πάντων
ἀριδείκετε
λαῶν,
356
εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ᾽ αὐτόθι μίμνειν,
357
πομπὴν δ᾽ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
358
καὶ κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον εἴη,
359
πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ᾽ ἱκέσθαι:
360
καί κ᾽ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
361
πᾶσιν , ὅσοι μ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.”
362
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
363
“ὦ
Ὀδυσεῦ , τὸ
μὲν
οὔ
τί
σ᾽
ἐίσκομεν
εἰσορόωντες,
364
ἠπεροπῆά τ᾽ ἔμεν καὶ ἐπίκλοπον , οἷά τε πολλοὺς
365
βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
366
ψεύδεά τ᾽ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο:
367
σοὶ δ᾽ ἔπι μὲν μορφὴ ἐπέων , ἔνι δὲ φρένες ἐσθλαί.
368
μῦθον δ᾽ ὡς ὅτ᾽ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
369
πάντων τ᾽ Ἀργείων σέο τ᾽ αὐτοῦ κήδεα λυγρά.
370
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
371
εἴ τινας ἀντιθέων ἑτάρων ἴδες , οἵ τοι ἅμ᾽ αὐτῷ
372
Ἴλιον εἰς ἅμ᾽ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
373
νὺξ δ᾽ ἥδε μάλα μακρή , ἀθέσφατος : οὐδέ πω ὥρη
374
εὕδειν ἐν μεγάρῳ , σὺ δέ μοι λέγε θέσκελα ἔργα.
375
καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην , ὅτε μοι σὺ
376
τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.”
377
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
378
“Ἀλκίνοε
κρεῖον , πάντων
ἀριδείκετε
λαῶν,
379
ὥρη μὲν πολέων μύθων , ὥρη δὲ καὶ ὕπνου:
380
εἰ δ᾽ ἔτ᾽ ἀκουέμεναί γε λιλαίεαι , οὐκ ἂν ἐγώ γε
381
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ᾽ ἄλλ᾽ ἀγορεύειν,
382
κήδε᾽ ἐμῶν ἑτάρων , οἳ δὴ μετόπισθεν ὄλοντο,
383
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
384
ἐν νόστῳ δ᾽ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
385
“αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ᾽ ἄλλυδις ἄλλῃ
386
ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
387
ἦλθε δ᾽ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
388
ἀχνυμένη : περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽ , ὅσσοι ἅμ᾽ αὐτῷ
389
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
390
ἔγνω δ᾽ αἶψ᾽ ἔμ᾽ ἐκεῖνος , ἐπεὶ πίεν αἷμα κελαινόν:
391
κλαῖε δ᾽ ὅ γε λιγέως , θαλερὸν κατὰ δάκρυον εἴβων,
392
πιτνὰς εἰς ἐμὲ χεῖρας , ὀρέξασθαι μενεαίνων:
393
ἀλλ᾽ οὐ γάρ οἱ ἔτ᾽ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
394
οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
395
“τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
396
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
397
‘Ἀτρεΐδη
κύδιστε , ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον,
398
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
399
ἦε σέ γ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
400
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
401
ἦέ σ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου
402
βοῦς περιταμνόμενον ἠδ᾽ οἰῶν πώεα καλά,
403
ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
404
“ὣς ἐφάμην , ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
405
‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
406
οὔτ᾽ ἐμέ γ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
407
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
408
οὔτε μ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου,
409
ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
410
ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ , οἶκόνδε καλέσσας,
411
δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
412
ὣς θάνον οἰκτίστῳ θανάτῳ : περὶ δ᾽ ἄλλοι ἑταῖροι
413
νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
414
οἵ ῥά τ᾽ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
415
ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
416
ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
417
μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ:
418
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
419
ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
420
κείμεθ᾽ ἐνὶ μεγάρῳ , δάπεδον δ᾽ ἅπαν αἵματι θῦεν.
421
οἰκτροτάτην δ᾽ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
422
Κασσάνδρης , τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
423
ἀμφ᾽ ἐμοί , αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
424
βάλλον ἀποθνήσκων περὶ φασγάνῳ : ἡ δὲ κυνῶπις
425
νοσφίσατ᾽ , οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
426
χερσὶ κατ᾽ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ᾽ ἐρεῖσαι.
427
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
428
ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται:
429
οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
430
κουριδίῳ τεύξασα πόσει φόνον . ἦ τοι ἔφην γε
431
ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
432
οἴκαδ᾽ ἐλεύσεσθαι : ἡ δ᾽ ἔξοχα λυγρὰ ἰδυῖα
433
οἷ τε κατ᾽ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
434
θηλυτέρῃσι γυναιξί , καὶ ἥ κ᾽ ἐυεργὸς ἔῃσιν.’
435
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
436
‘ὢ
πόποι , ἦ
μάλα
δὴ
γόνον
Ἀτρέος
εὐρύοπα
Ζεὺς
437
ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
438
ἐξ ἀρχῆς : Ἑλένης μὲν ἀπωλόμεθ᾽ εἵνεκα πολλοί,
439
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ᾽ ἐόντι.’
440
“ὣς ἐφάμην , ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
441
‘τῷ
νῦν
μή
ποτε
καὶ
σὺ
γυναικί
περ
ἤπιος
εἶναι:
442
μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν , ὅν κ᾽ ἐὺ εἰδῇς,
443
ἀλλὰ τὸ μὲν φάσθαι , τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
444
ἀλλ᾽ οὐ σοί γ᾽ , Ὀδυσεῦ , φόνος ἔσσεται ἔκ γε γυναικός:
445
λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
446
κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια.
447
ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
448
ἐρχόμενοι πόλεμόνδε : πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
449
νήπιος , ὅς που νῦν γε μετ᾽ ἀνδρῶν ἵζει ἀριθμῷ,
450
ὄλβιος : ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
451
καὶ κεῖνος πατέρα προσπτύξεται , ἣ θέμις ἐστίν.
452
ἡ δ᾽ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
453
ὀφθαλμοῖσιν ἔασε : πάρος δέ με πέφνε καὶ αὐτόν.
454
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
455
κρύβδην , μηδ᾽ ἀναφανδά , φίλην ἐς πατρίδα γαῖαν
456
νῆα κατισχέμεναι : ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
457
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
458
εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
459
ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
460
ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ:
461
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.’
462
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
463
‘Ἀτρεΐδη , τί
με
ταῦτα
διείρεαι ; οὐδέ
τι
οἶδα,
464
ζώει ὅ γ᾽ ἦ τέθνηκε : κακὸν δ᾽ ἀνεμώλια βάζειν.’
465
“νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
466
ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες:
467
ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
468
καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
469
Αἴαντός θ᾽ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
470
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
471
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
472
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
473
“ ‘διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
474
σχέτλιε , τίπτ᾽ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
475
πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν , ἔνθα τε νεκροὶ
476
ἀφραδέες ναίουσι , βροτῶν εἴδωλα καμόντων;”
477
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
478
‘ὦ
Ἀχιλεῦ
Πηλῆος
υἱέ , μέγα
φέρτατ᾽
Ἀχαιῶν,
479
ἦλθον Τειρεσίαο κατὰ χρέος , εἴ τινα βουλὴν
480
εἴποι , ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην:
481
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς
482
γῆς ἐπέβην , ἀλλ᾽ αἰὲν ἔχω κακά . σεῖο δ᾽ , Ἀχιλλεῦ,
483
οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ᾽ ἄρ᾽ ὀπίσσω.
484
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
485
Ἀργεῖοι , νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
486
ἐνθάδ᾽ ἐών : τῷ μή τι θανὼν ἀκαχίζευ , Ἀχιλλεῦ.’
487
“ὣς ἐφάμην , ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
488
‘μὴ
δή
μοι
θάνατόν
γε
παραύδα , φαίδιμ᾽
Ὀδυσσεῦ.
489
βουλοίμην κ᾽ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
490
ἀνδρὶ παρ᾽ ἀκλήρῳ , ᾧ μὴ βίοτος πολὺς εἴη,
491
ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
492
ἀλλ᾽ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
493
ἢ ἕπετ᾽ ἐς πόλεμον πρόμος ἔμμεναι , ἦε καὶ οὐκί.
494
εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος , εἴ τι πέπυσσαι,
495
ἢ ἔτ᾽ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
496
ἦ μιν ἀτιμάζουσιν ἀν᾽ Ἑλλάδα τε Φθίην τε,
497
οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
498
οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ᾽ αὐγὰς ἠελίοιο,
499
τοῖος ἐών , οἷός ποτ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
500
πέφνον λαὸν ἄριστον , ἀμύνων Ἀργείοισιν:
501
εἰ τοιόσδ᾽ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ:
502
τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
503
οἳ κεῖνον βιόωνται ἐέργουσίν τ᾽ ἀπὸ τιμῆς.’
504
“ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
505
‘ἦ
τοι
μὲν
Πηλῆος
ἀμύμονος
οὔ
τι
πέπυσμαι,
506
αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
507
πᾶσαν ἀληθείην μυθήσομαι , ὥς με κελεύεις:
508
αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
509
ἤγαγον ἐκ Σκύρου μετ᾽ ἐυκνήμιδας Ἀχαιούς.
510
ἦ τοι ὅτ᾽ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
511
αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων:
512
Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
513
αὐτὰρ ὅτ᾽ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
514
οὔ ποτ᾽ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ᾽ ἐν ὁμίλῳ,
515
ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
516
πολλοὺς δ᾽ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
517
πάντας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
518
ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
519
ἀλλ᾽ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
520
ἥρω᾽ Εὐρύπυλον , πολλοὶ δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
521
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
522
κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
523
αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν , ὃν κάμ᾽ Ἐπειός,
524
Ἀργείων οἱ ἄριστοι , ἐμοὶ δ᾽ ἐπὶ πάντα τέταλτο,
525
ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ᾽ ἐπιθεῖναι,
526
ἔνθ᾽ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
527
δάκρυά τ᾽ ὠμόργνυντο τρέμον θ᾽ ὑπὸ γυῖα ἑκάστου:
528
κεῖνον δ᾽ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
529
οὔτ᾽ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
530
δάκρυ ὀμορξάμενον : ὁ δέ γε μάλα πόλλ᾽ ἱκέτευεν
531
ἱππόθεν ἐξέμεναι , ξίφεος δ᾽ ἐπεμαίετο κώπην
532
καὶ δόρυ χαλκοβαρές , κακὰ δὲ Τρώεσσι μενοίνα.
533
ἀλλ᾽ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
534
μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
535
ἀσκηθής , οὔτ᾽ ἂρ βεβλημένος ὀξέι χαλκῷ
536
οὔτ᾽ αὐτοσχεδίην οὐτασμένος , οἷά τε πολλὰ
537
γίγνεται ἐν πολέμῳ : ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.’
538
“ὣς ἐφάμην , ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
539
φοίτα μακρὰ βιβᾶσα κατ᾽ ἀσφοδελὸν λειμῶνα,
540
γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
541
“αἱ δ᾽ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
542
ἕστασαν ἀχνύμεναι , εἴροντο δὲ κήδε᾽ ἑκάστη.
543
οἴη δ᾽ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
544
νόσφιν ἀφεστήκει , κεχολωμένη εἵνεκα νίκης,
545
τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
546
τεύχεσιν ἀμφ᾽ Ἀχιλῆος : ἔθηκε δὲ πότνια μήτηρ.
547
παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
548
ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ᾽ ἐπ᾽ ἀέθλῳ:
549
τοίην γὰρ κεφαλὴν ἕνεκ᾽ αὐτῶν γαῖα κατέσχεν,
550
Αἴανθ᾽ , ὃς πέρι μὲν εἶδος , πέρι δ᾽ ἔργα τέτυκτο
551
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
552
τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν:
553
“ Αἶαν , παῖ
Τελαμῶνος
ἀμύμονος , οὐκ
ἄρ᾽
ἔμελλες
554
οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
555
οὐλομένων ; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
556
τοῖος γάρ σφιν πύργος ἀπώλεο : σεῖο δ᾽ Ἀχαιοὶ
557
ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
558
ἀχνύμεθα φθιμένοιο διαμπερές : οὐδέ τις ἄλλος
559
αἴτιος , ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
560
ἐκπάγλως ἤχθηρε , τεῒν δ᾽ ἐπὶ μοῖραν ἔθηκεν.
561
ἀλλ᾽ ἄγε δεῦρο , ἄναξ , ἵν᾽ ἔπος καὶ μῦθον ἀκούσῃς
562
ἡμέτερον : δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.’
563
“ὣς ἐφάμην , ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο , βῆ δὲ μετ᾽ ἄλλας
564
ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
565
ἔνθα χ᾽ ὅμως προσέφη κεχολωμένος , ἤ κεν ἐγὼ τόν:
566
ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
567
τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
568
“ἔνθ᾽ ἦ τοι Μίνωα ἴδον , Διὸς ἀγλαὸν υἱόν,
569
χρύσεον σκῆπτρον ἔχοντα , θεμιστεύοντα νέκυσσιν,
570
ἥμενον , οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
571
ἥμενοι ἑσταότες τε κατ᾽ εὐρυπυλὲς Ἄϊδος δῶ.
572
“τὸν δὲ μετ᾽ Ὠρίωνα πελώριον εἰσενόησα
573
θῆρας ὁμοῦ εἰλεῦντα κατ᾽ ἀσφοδελὸν λειμῶνα,
574
τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
575
χερσὶν ἔχων ῥόπαλον παγχάλκεον , αἰὲν ἀαγές.
576
“καὶ Τιτυὸν εἶδον , Γαίης ἐρικυδέος υἱόν,
577
κείμενον ἐν δαπέδῳ : ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο πέλεθρα,
578
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
579
δέρτρον ἔσω δύνοντες , ὁ δ᾽ οὐκ ἀπαμύνετο χερσί:
580
Λητὼ γὰρ ἕλκησε , Διὸς κυδρὴν παράκοιτιν,
581
Πυθώδ᾽ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
582
“καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα
583
ἑστεῶτ᾽ ἐν λίμνῃ : ἡ δὲ προσέπλαζε γενείῳ:
584
στεῦτο δὲ διψάων , πιέειν δ᾽ οὐκ εἶχεν ἑλέσθαι:
585
ὁσσάκι γὰρ κύψει᾽ ὁ γέρων πιέειν μενεαίνων,
586
τοσσάχ᾽ ὕδωρ ἀπολέσκετ᾽ ἀναβροχέν , ἀμφὶ δὲ ποσσὶ
587
γαῖα μέλαινα φάνεσκε , καταζήνασκε δὲ δαίμων.
588
δένδρεα δ᾽ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
589
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
590
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι:
591
τῶν ὁπότ᾽ ἰθύσει᾽ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
592
τὰς δ᾽ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
593
“καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα
594
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
595
ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
596
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον : ἀλλ᾽ ὅτε μέλλοι
597
ἄκρον ὑπερβαλέειν , τότ᾽ ἀποστρέψασκε κραταιίς:
598
αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
599
αὐτὰρ ὅ γ᾽ ἂψ ὤσασκε τιταινόμενος , κατὰ δ᾽ ἱδρὼς
600
ἔρρεεν ἐκ μελέων , κονίη δ᾽ ἐκ κρατὸς ὀρώρει.
601
“τὸν δὲ μετ᾽ εἰσενόησα βίην Ἡρακληείην,
602
εἴδωλον : αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι
603
τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
604
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
605
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
606
πάντοσ᾽ ἀτυζομένων : ὁ δ᾽ ἐρεμνῇ νυκτὶ ἐοικώς,
607
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
608
δεινὸν παπταίνων , αἰεὶ βαλέοντι ἐοικώς.
609
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
610
χρύσεος ἦν τελαμών , ἵνα θέσκελα ἔργα τέτυκτο,
611
ἄρκτοι τ᾽ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
612
ὑσμῖναί τε μάχαι τε φόνοι τ᾽ ἀνδροκτασίαι τε.
613
μὴ τεχνησάμενος μηδ᾽ ἄλλο τι τεχνήσαιτο,
614
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
615
ἔγνω δ᾽ αὖτ᾽ ἔμ᾽ ἐκεῖνος , ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
616
καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
617
“‘διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
618
ἆ δείλ᾽ , ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
619
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ᾽ αὐγὰς ἠελίοιο.
620
Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος , αὐτὰρ ὀιζὺν
621
εἶχον ἀπειρεσίην : μάλα γὰρ πολὺ χείρονι φωτὶ
622
δεδμήμην , ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
623
καί ποτέ μ᾽ ἐνθάδ᾽ ἔπεμψε κύν᾽ ἄξοντ᾽ : οὐ γὰρ ἔτ᾽ ἄλλον
624
φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον:
625
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο:
626
Ἑρμείας δέ μ᾽ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.’
627
“ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
628
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , εἴ τις ἔτ᾽ ἔλθοι
629
ἀνδρῶν ἡρώων , οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
630
καί νύ κ᾽ ἔτι προτέρους ἴδον ἀνέρας , οὓς ἔθελόν περ,
631
Θησέα Πειρίθοόν τε , θεῶν ἐρικυδέα τέκνα:
632
ἀλλὰ πρὶν ἐπὶ ἔθνε᾽ ἀγείρετο μυρία νεκρῶν
633
ἠχῇ θεσπεσίῃ : ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
634
μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
635
ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
636
“αὐτίκ᾽ ἔπειτ᾽ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
637
αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
638
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
639
τὴν δὲ κατ᾽ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
640
πρῶτα μὲν εἰρεσίῃ , μετέπειτα δὲ κάλλιμος οὖρος.