Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο , τοῖσι δὲ Κίρκη
πάρ ῥ᾽ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
ἔδμεναι , οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
Εὐρύλοχος δ᾽ αἶψ᾽ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
245
ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος : ἐν δέ οἱ ὄσσε
δακρυόφιν πίμπλαντο , γόον δ᾽ ὠίετο θυμός.
ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες,
250
καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον:
“‘ἤιομεν , ὡς ἐκέλευες , ἀνὰ δρυμά , φαίδιμ᾽ Ὀδυσσεῦ:
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
ξεστοῖσιν λάεσσι , περισκέπτῳ ἐνὶ χώρῳ.
ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν,
255
θεὸς ἠὲ γυνή : τοὶ δὲ φθέγγοντο καλεῦντες.
δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
καὶ κάλει : οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο:
αὐτὰρ ἐγὼν ὑπέμεινα , ὀισάμενος δόλον εἶναι.
οἱ δ᾽ ἅμ᾽ ἀιστώθησαν ἀολλέες , οὐδέ τις αὐτῶν
260
ἐξεφάνη : δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
ὤμοιιν βαλόμην , μέγα χάλκεον , ἀμφὶ δὲ τόξα:
τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
αὐτὰρ γ᾽ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
265
καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
“‘μή μ᾽ ἄγε κεῖσ᾽ ἀέκοντα , διοτρεφές , ἀλλὰ λίπ᾽ αὐτοῦ.
οἶδα γάρ , ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον
ἄξεις σῶν ἑτάρων . ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
φεύγωμεν : ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.’
270
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον: