Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μή σ᾽ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.’
ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
ἐκ γαίης ἐρύσας , καί μοι φύσιν αὐτοῦ ἔδειξε.
ῥίζῃ μὲν μέλαν ἔσκε , γάλακτι δὲ εἴκελον ἄνθος:
305
μῶλυ δέ μιν καλέουσι θεοί : χαλεπὸν δέ τ᾽ ὀρύσσειν
ἀνδράσι γε θνητοῖσι , θεοὶ δέ τε πάντα δύνανται.
Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
νῆσον ἀν᾽ ὑλήεσσαν , ἐγὼ δ᾽ ἐς δώματα Κίρκης
ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
310
ἔστην δ᾽ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο:
ἔνθα στὰς ἐβόησα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
καὶ κάλει : αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
315
καλοῦ δαιδαλέου : ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι , ὄφρα πίοιμι,
ἐν δέ τε φάρμακον ἧκε , κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ.
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον , οὐδέ μ᾽ ἔθελξε,
ῥάβδῳ πεπληγυῖα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
320
ἔρχεο νῦν συφεόνδε , μετ᾽ ἄλλων λέξο ἑταίρων.’
ὣς φάτ᾽ , ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
325
“‘τίς πόθεν εἰς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες;
θαῦμά μ᾽ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ᾽ ἐθέλχθης:
οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ᾽ ἀνέτλη,
ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
330
σύ γ᾽ Ὀδυσσεύς ἐσσι πολύτροπος , ὅν τέ μοι αἰεὶ