Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μητέρα τ᾽ Οἰδιπόδαο ἴδον , καλὴν Ἐπικάστην,
μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
γημαμένη υἷι : δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας
γῆμεν : ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
275
ἀλλ᾽ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς:
δ᾽ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψηλοῖο μελάθρου,
ἄχεϊ σχομένη : τῷ δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω
280
πολλὰ μάλ᾽ , ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
καὶ Χλῶριν εἶδον περικαλλέα , τήν ποτε Νηλεὺς
γῆμεν ἑὸν διὰ κάλλος , ἐπεὶ πόρε μυρία ἕδνα,
ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
ὅς ποτ᾽ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν:
285
δὲ Πύλου βασίλευε , τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
Νέστορά τε Χρόνιον τε Περικλύμενόν τ᾽ ἀγέρωχον.
τοῖσι δ᾽ ἐπ᾽ ἰφθίμην Πηρὼ τέκε , θαῦμα βροτοῖσι,
τὴν πάντες μνώοντο περικτίται : οὐδ᾽ ἄρα Νηλεὺς
τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
290
ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
ἀργαλέας : τὰς δ᾽ οἶος ὑπέσχετο μάντις ἀμύμων
ἐξελάαν : χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
δεσμοί τ᾽ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
295
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
θέσφατα πάντ᾽ εἰπόντα : Διὸς δ᾽ ἐτελείετο βουλή.
καὶ Λήδην εἶδον , τὴν Τυνδαρέου παράκοιτιν,
ῥ᾽ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
300
Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,