Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα:
οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι , ἄλλοτε δ᾽ αὖτε
τεθνᾶσιν : τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
305
τὴν δὲ μετ᾽ Ἰφιμέδειαν , Ἀλωῆος παράκοιτιν
εἴσιδον , δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
καί ῥ᾽ ἔτεκεν δύο παῖδε , μινυνθαδίω δ᾽ ἐγενέσθην,
Ὦτόν τ᾽ ἀντίθεον τηλεκλειτόν τ᾽ Ἐφιάλτην,
οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
310
καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα:
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος , ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
315
Ὄσσαν ἐπ᾽ Οὐλύμπῳ μέμασαν θέμεν , αὐτὰρ ἐπ᾽ Ὄσσῃ
Πήλιον εἰνοσίφυλλον , ἵν᾽ οὐρανὸς ἀμβατὸς εἴη.
καί νύ κεν ἐξετέλεσσαν , εἰ ἥβης μέτρον ἵκοντο:
ἀλλ᾽ ὄλεσεν Διὸς υἱός , ὃν ἠύκομος τέκε Λητώ,
ἀμφοτέρω , πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
320
ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ᾽ Ἀριάδνην,
κούρην Μίνωος ὀλοόφρονος , ἥν ποτε Θησεὺς
ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
ἦγε μέν , οὐδ᾽ ἀπόνητο : πάρος δέ μιν Ἄρτεμις ἔκτα
325
Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ᾽ Ἐριφύλην,
χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
πάσας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας:
330
πρὶν γάρ κεν καὶ νὺξ φθῖτ᾽ ἄμβροτος . ἀλλὰ καὶ ὥρη