Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εὕδειν , ἐπὶ νῆα θοὴν ἐλθόντ᾽ ἐς ἑταίρους
αὐτοῦ : πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335
τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
Φαίηκες , πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
ξεῖνος δ᾽ αὖτ᾽ ἐμός ἐστιν , ἕκαστος δ᾽ ἔμμορε τιμῆς:
τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε , μηδὲ τὰ δῶρα
340
οὕτω χρηίζοντι κολούετε : πολλὰ γὰρ ὑμῖν
κτήματ᾽ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.”
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν:
φίλοι , οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ᾽ ἀπὸ δόξης
345
μυθεῖται βασίλεια περίφρων : ἀλλὰ πίθεσθε.
Ἀλκινόου δ᾽ ἐκ τοῦδ᾽ ἔχεται ἔργον τε ἔπος τε.”
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος , αἴ κεν ἐγώ γε
ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω:
350
ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον , εἰς κε πᾶσαν
δωτίνην τελέσω : πομπὴ δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι , μάλιστα δ᾽ ἐμοί : τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ δήμῳ.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
355
Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν,
εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ᾽ αὐτόθι μίμνειν,
πομπὴν δ᾽ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
καὶ κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον εἴη,
πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ᾽ ἱκέσθαι:
360
καί κ᾽ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην