Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἥμενοι ἑσταότες τε κατ᾽ εὐρυπυλὲς Ἄϊδος δῶ.
τὸν δὲ μετ᾽ Ὠρίωνα πελώριον εἰσενόησα
θῆρας ὁμοῦ εἰλεῦντα κατ᾽ ἀσφοδελὸν λειμῶνα,
τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
575
χερσὶν ἔχων ῥόπαλον παγχάλκεον , αἰὲν ἀαγές.
καὶ Τιτυὸν εἶδον , Γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν δαπέδῳ : δ᾽ ἐπ᾽ ἐννέα κεῖτο πέλεθρα,
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
δέρτρον ἔσω δύνοντες , δ᾽ οὐκ ἀπαμύνετο χερσί:
580
Λητὼ γὰρ ἕλκησε , Διὸς κυδρὴν παράκοιτιν,
Πυθώδ᾽ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα
ἑστεῶτ᾽ ἐν λίμνῃ : δὲ προσέπλαζε γενείῳ:
στεῦτο δὲ διψάων , πιέειν δ᾽ οὐκ εἶχεν ἑλέσθαι:
585
ὁσσάκι γὰρ κύψει᾽ γέρων πιέειν μενεαίνων,
τοσσάχ᾽ ὕδωρ ἀπολέσκετ᾽ ἀναβροχέν , ἀμφὶ δὲ ποσσὶ
γαῖα μέλαινα φάνεσκε , καταζήνασκε δὲ δαίμων.
δένδρεα δ᾽ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
590
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι:
τῶν ὁπότ᾽ ἰθύσει᾽ γέρων ἐπὶ χερσὶ μάσασθαι,
τὰς δ᾽ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
595
τοι μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον : ἀλλ᾽ ὅτε μέλλοι
ἄκρον ὑπερβαλέειν , τότ᾽ ἀποστρέψασκε κραταιίς:
αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
αὐτὰρ γ᾽ ἂψ ὤσασκε τιταινόμενος , κατὰ δ᾽ ἱδρὼς
600
ἔρρεεν ἐκ μελέων , κονίη δ᾽ ἐκ κρατὸς ὀρώρει.