Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
“‘κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
ὄφρ᾽ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
Κίρκης τ᾽ Αἰαίης , μοι μάλα πόλλ᾽ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο:
275
ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.’
ὣς ἐφάμην , τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
αὐτίκα δ᾽ Εὐρύλοχος στυγερῷ μ᾽ ἠμείβετο μύθῳ:
“‘σχέτλιός εἰς , Ὀδυσεῦ : περί τοι μένος , οὐδέ τι γυῖα
280
κάμνεις : ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
ὅς ῥ᾽ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι , ἔνθα κεν αὖτε
νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
ἀλλ᾽ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
285
νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
ἐκ νυκτῶν δ᾽ ἄνεμοι χαλεποί , δηλήματα νηῶν,
γίγνονται : πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
Νότου Ζεφύροιο δυσαέος , οἵ τε μάλιστα
290
νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
ἀλλ᾽ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
δόρπον θ᾽ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
ἠῶθεν δ᾽ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.’
ὣς ἔφατ᾽ Εὐρύλοχος , ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.
295
καὶ τότε δὴ γίγνωσκον δὴ κακὰ μήδετο δαίμων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
Εὐρύλοχ᾽ , μάλα δή με βιάζετε μοῦνον ἐόντα.
ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον:
εἴ κέ τιν᾽ ἠὲ βοῶν ἀγέλην πῶυ μέγ᾽ οἰῶν
300
εὕρωμεν , μή πού τις ἀτασθαλίῃσι κακῇσιν