Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ : ἀλλὰ ἕκηλοι
ἐσθίετε βρώμην , τὴν ἀθανάτη πόρε Κίρκη.’
ὣς ἐφάμην , οἱ δ᾽ αὐτίκ᾽ ἀπώμνυον , ὡς ἐκέλευον.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
305
στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
ἄγχ᾽ ὕδατος γλυκεροῖο , καὶ ἐξαπέβησαν ἑταῖροι
νηός , ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
310
οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα:
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
ἦμος δὲ τρίχα νυκτὸς ἔην , μετὰ δ᾽ ἄστρα βεβήκει,
ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίῃ , σὺν δὲ νεφέεσσι κάλυψε
315
γαῖαν ὁμοῦ καὶ πόντον : ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
ἔνθα δ᾽ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι:
καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον:
320
φίλοι , ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
ἔστιν , τῶν δὲ βοῶν ἀπεχώμεθα , μή τι πάθωμεν:
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
Ἠελίου , ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.’
ὣς ἐφάμην , τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
325
μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη Νότος , οὐδέ τις ἄλλος
γίγνετ᾽ ἔπειτ᾽ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
330
καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,